|
An Examination of the Question Where the Ruling Principle is to Be Considered to Reside; Wherein Also is a Discussion of Tears and Laughter, and a Physiological Speculation as to the Inter-Relation of Matter, Nature, and Minds
Patrologia Graeca 44.156-164 * Greek Fonts
We must not, then, on this account ascribe the ruling principle any
more to the liver than we must think, because of the heatedstate of
the blood about the heart in wrathful dispositions, that the seat of
the mind is in the heart; but we must refer these matters to the
character of our bodily organization, and consider that the mind is
equally in contact with each of the parts according to a kind of
combination which is indescribable. |
Οὔτε οὖν διὰ τοῦτο τῷ ἥπατι τὸ ἡγεμονικὸν λογιστέον͵ οὔτε διὰ τὴν περικάρδιον ζέσιν τοῦ αἵματος ἐν ταῖς θυμικαῖς διαθέσεσιν͵ ἐν καρδίᾳ νομιστέον εἶναι τοῦ νοῦ τὴν καθίδρυσιν, ἀλλὰ ταῦτα μὲν εἰς τὰς ποιὰς τῶν σωμάτων κατασκευὰς ἀνακτέον. Τὸν δὲ νοῦν ὁμοτίμως ἑκάστῳ τῶν μορίων κατὰ τὸν ἄφραστον τῆς ἀνακράσεως λόγον ἐφάπτεσθαι νομιστέον.Κἂν τὴν Γραφήν τινες ἡμῖν πρὸς τοῦτο προτείνωνται͵ τῇ καρδίᾳ τὸ ἡγεμονικὸν μαρτυροῦσαν͵ οὐκ ἀνεξετάστως τὸν λόγον δεξόμεθα. Ὁ γὰρ καρδίαν μνησθεὶς καὶ νεφρῶν ἐμνημόνευσεν εἰπών· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός· ὥστε ἢ ἀμφοτέροις ἢ οὐδετέρῳ τὸ νοερὸν κατακλείουσιν.Ἀμβλύνεσθαι δὲ τὰς νοητικὰς ἐνεργείας ἢ καὶ παντάπασιν ἀπρακτεῖν ἐν τῇ ποιᾷ διαθέσει τοῦ σώματος διδαχθείς͵ [161] οὐχ ἱκανὸν ποιοῦμαι τοῦτο τεκμήριον͵ τοῦ τόπῳ τινὶ τὴν δύναμιν τοῦ νοῦ περιείργεσθαι͵ ὡς ταῖς ἐπιγινομέναις τοῖς μέρεσι φλεγμοναῖς τῆς οἰκείας εὐρυχωρίας ἐξειργομένης. Σωματικὴ γὰρ ἡ τοιαύτη δόξα͵ τὸ μὴ δύνασθαι προκατειλημμένου τοῦ ἀγγείου διά τινος τῶν ἐμβεβλημένων͵ ἕτερόν τι ἐν αὐτῷ χώραν εὑρεῖν. Ἡ γὰρ νοητὴ φύσις οὔτε ταῖς κενώσεσιν ἐμφιλοχωρεῖ τῶν σωμάτων͵ οὔτε τῷ πλεονάζοντι τῆς σαρκὸς ἐξωθεῖται. Ἀλλ' ἐπειδὴ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται͵ ὥσπερ συμβαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων͵ ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην͵ τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην (τὸ γὰρ ἢ χρόνῳ φθαρὲν ἢ παρεῤῥηγμένον ἐκ καταπτώσεως ἢ ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειωμένον͵ ἄφθογγον μένει καὶ ἀνενέργητον͵ κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται), οὕτω καὶ ὁ νοῦς δι' ὅλου τοῦ ὀργάνου διήκων καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις͵ καθὸ πέφυκεν͵ ἑκάστῳ τῶν μερῶν προσαπτόμενος͵ ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐνήργησεν͵ ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνικὴν αὐτοῦ κίνησιν ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε. Πέφυκε γάρ πως ὁ νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν͵ πρὸς δὲ τὸ παρενεχθὲν ἀπὸ ταύτης ἀλλοτριοῦσθαι. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/12.asp?pg=6