|
An Examination of the Question Where the Ruling Principle is to Be Considered to Reside; Wherein Also is a Discussion of Tears and Laughter, and a Physiological Speculation as to the Inter-Relation of Matter, Nature, and Minds
Patrologia Graeca 44.156-164 * Greek Fonts
|
Ἐξέτασις͵ ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον͵ ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν ὕλην καὶ τὴν φύσιν καὶ τὸν νοῦν κοινωνίαςΣιγάτω τοίνυν πᾶσα στοχαστικὴ ματαιολογία τῶν μορίοις τισὶ σωματικοῖς τὴν νοητὴν ἐναποκλειόντων ἐνέργειαν͵ ὧν οἱ μὲν ἐν καρδίᾳ τὸ ἡγεμονικὸν εἶναι τίθενται͵ οἱ δὲ τῷ ἐγκεφάλῳ τὸν νοῦν ἐνδιαιτᾶσθαί φασιν͵ ἐπιπολαίοις τισὶ πιθανότησι τὰς τοιαύτας ἐπινοίας κρατοῦντες. Ὁ μὲν γὰρ τῇ καρδίᾳ προστιθεὶς τὴν ἡγεμονίαν͵ τὴν κατὰ τόπον αὐτῆς θέσιν ποιεῖται τοῦ λόγου τεκμήριον͵ διὰ τὸ δοκεῖν πως τὴν μέσην τοῦ παντὸς σώματος ἐπέχειν χώραν αὐτήν͵ ὡς τῆς προαιρετικῆς κινήσεως εὐκόλως ἐκ τοῦ μέσου πρὸς ἅπαν μεριζομένης σῶμα καὶ οὕτως εἰς ἐνέργειαν προϊούσης. Καὶ μαρτύριον ποιεῖται τοῦ λόγου τὴν λυπηράν τε καὶ θυμώδη τοῦ ἀνθρώπου διάθεσιν͵ ὅτι δοκεῖ πως τὰ τοιαῦτα πάθη συγκινεῖν τὸ μέρος τοῦτο πρὸς τὴν συμπάθειαν. Οἱ δὲ τὸν ἐγκέφαλον ἀφιεροῦντες τῷ λογισμῷ͵ ὥσπερ ἀκρόπολίν τινα τοῦ παντὸς σώματος τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν· ἐνοικεῖν δὲ ταύτῃ καθάπερ τινὰ βασιλέα τὸν νοῦν͵ οἷόν τισιν ἀγγελιαφόροις ἢ ὑπασπισταῖς͵ τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον. Σημεῖον δὲ καὶ οὗτοι τῆς τοιαύτης ὑπονοίας ποιοῦνται͵ τὸ παράγεσθαι τοῦ καθεστῶτος τὸν λογισμὸν τῶν κεκακωμένων τὰς μήνιγγας͵ καὶ τὸ ἐν ἀγνοίᾳ τοῦ πρέποντος [157] γίνεσθαι τοὺς ἐν μέθῃ καρηβαρήσαντας. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/12.asp