|
That the Nature of Man is Invisible
Patrologia Graeca 44.153-6 * Greek Fonts
|
Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσιςΤί τοίνυν ἐστὶ κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ νοῦς͵ ὁ ἐν αἰσθητικαῖς δυνάμεσιν ἑαυτὸν ἐπιμερίζων καὶ δι' ἑκάστης καταλλήλως τὴν τῶν ὄντων γνῶσιν ἀναλαμβάνων; Ὅτι γὰρ ἄλλο τι παρὰ τὰς αἰσθήσεις ἐστίν͵ οὐκ ἂν οἶμαί τινα τῶν ἐμφρόνων ἀμφιβάλλειν. Εἰ γὰρ ταὐτὸν ἦν τῇ αἰσθήσει͵ πρὸς ἓν πάντως εἶχε τῶν κατ' αἴσθησιν ἐνεργουμένων τὴν οἰκειότητα͵ διὰ τὸ ἁπλοῦν μὲν αὐτὸν εἶναι͵ μηδὲν δὲ ποικίλον ἐν τῷ ἀπλῷ θεωρεῖσθαι. Νυνὶ δὲ πάντων συντιθεμένων͵ ἄλλο μέν τι τὴν ἁφὴν εἶναι͵ ἄλλο δὲ τὴν ὄσφρησιν καὶ τῶν ἄλλων ὡσαύτως ἀκοινωνήτως τε καὶ ἀμίκτως πρὸς ἄλληλα διακειμένων͵ ἐπειδὴ κατὰ τὸ ἴσον ἑκάστῃ καταλλήλως πάρεστιν͵ ἕτερόν τινα πάντως αὐτὸν χρὴ παρὰ τὴν αἰσθητὴν ὑποτίθεσθαι φύσιν͵ ὡς ἂν μή τις ποικιλία τῷ νοητῷ συμμιχθείη.Τίς ἔγνω νοῦν Κυρίου, φησὶν ὁ Ἀπόστολος. Ἐγὼ δὲ παρὰ τοῦτό φημι͵ Τίς τὸν ἴδιον νοῦν κατενόησεν; Εἰπάτωσαν οἱ τοῦ Θεοῦ τὴν φύσιν ἐντὸς ποιούμενοι τῆς ἑαυτῶν [156] καταλήψεως͵ εἰ ἑαυτοὺς κατενόησαν, εἰ τοῦ ἰδίου νοῦ τὴν φύσιν ἐπέγνωσαν. Πολυμερής τίς ἐστι καὶ πολυσύνθετος. Καὶ πῶς τὸ νοητὸν ἐν συνθέσει ἢ τίς ὁ τῆς τῶν ἑτερογενῶν ἀνακράσεως τρόπος; Ἀλλ' ἁπλοῦς καὶ ἀσύνθετος, καὶ πῶς εἰς τὴν πολυμέρειαν τὴν αἰσθητικὴν διασπείρεται, πῶς ἐν μονότητι τὸ ποικίλον, πῶς ἐν ποικιλίᾳ τὸ ἕν; |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/11.asp