|
A Rationale of Sleep, of Yawning, and of Dreams
Patrologia Graeca 44.165-173 * Greek Fonts
|
Περὶ ὕπνου καὶ χάσμης καὶ ὀνείρων αἰτιολογίαἩ ὑλικὴ καὶ ῥοώδης αὕτη τῶν σωμάτων ζωή͵ πάντοτε διὰ κινήσεως προϊοῦσα͵ ἐν τούτῳ ἔχει τοῦ εἶναι τὴν δύναμιν͵ ἐν τῷ μὴ στῆναί ποτε τῆς κινήσεως. Καθάπερ δέ τις ποταμὸς κατὰ τὴν ἰδίαν ῥέων ὁρμὴν͵ πλήρη μὲν δείκνυσι τὴν κοιλότητα δι' ἧς ἂν τύχῃ φερόμενος͵ οὐ μὴν ἐν τῷ αὐτῷ ὕδατι περὶ τὸν αὐτὸν ἀεὶ τόπον ὁρᾶται͵ ἀλλὰ τὸ μὲν ὑπέδραμεν αὐτοῦ͵ τὸ δὲ ὑπεῤῥέει, οὕτω καὶ τὸ ὑλικὸν τῆς τῇδε ζωῆς διά τινος κινήσεως καὶ ῥοῆς τῇ συνεχείᾳ τῆς τῶν ἐναντίων διαδοχῆς ἀμείβεται͵ ὡς ἂν μηδέποτε στῆναι δύνασθαι τῆς μεταβολῆς͵ ἀλλὰ τῇ δυνάμει τοῦ ἀτρεμεῖν ἄπαυστον ἔχειν διὰ τῶν ὁμοίων ἐναμειβομένην τὴν κίνησιν. Εἰ δέ ποτε κινούμενον παύσοιτο͵ καὶ τοῦ εἶναι πάντως τὴν παῦλαν ἕξει·οἷον͵ διεδέξατο τὸ πλῆρες ἡ κένωσις καὶ πάλιν ἀντεισῆλθεν ἡ πλήρωσις τῇ κενότητι. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν͵ εἶτα ἐγρήγορσις τὸ ἀνειμένον ἐτόνωσε. Καὶ οὐδέτερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει͵ ἀλλ' ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα͵ οὕτω τῆς φύσεως ἑαυτὴν ταῖς ὑπαλλαγαῖς ἀνακαινιζούσης͵ ὡς ἑκατέρων ἐν τῷ μέρει μεταλαγχάνουσαν ἀδιασπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διαπαντὸς συντετάσθαι ταῖς ἐνεργείαις τὸ ζῶον͵ ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται μερῶν, ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διάπτωσίν τινα τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν μετρίως ἑκατέρων ἐπιτυγχάνειν͵ δύναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως͵ διὰ τῆς διηνεκοῦς πρὸς τὰ ἀντικείμενα μεταβάσεως ἐν ἑκατέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀναπαυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρηγόρσεως τὸ σῶμα λαβοῦσα͵ λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ͵ τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα͵ οἷόν τινας ἵππους μετὰ τοὺς ἀγῶνας τῶν ἁρμάτων ἐκλύσασα. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/13.asp