|
That the Mind is Not in a Part of the Body; Wherein Also is a Distinction of the Movements of the Body and of the Soul
Patrologia Graeca 44.173-6 * Greek Fonts
|
Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτωνἈλλὰ πολὺ τῶν προκειμένων ἀπεπλανήθημεν. Δεῖξαι γὰρ ἡμῖν ὁ λόγος προέθετο τὸ μὴ μέρει τινὶ τοῦ σώματος ἐνδεδέσθαι τὸν νοῦν, ἀλλὰ παντὸς κατὰ τὸ ἴσον ἐφάπτεσθαι͵ καταλλήλως τῇ φύσει τοῦ ὑποκειμένου μέρους ἐνεργοῦντα τὴν κίνησιν. Ἔστι δὲ ὅπου καὶ ἐπακολουθεῖ ταῖς φυσικαῖς ὁρμαῖς ὁ νοῦς͵ οἷον ὑπηρέτης γενόμενος. Καθηγεῖται γὰρ πολλάκις ἡ τοῦ σώματος φύσις καὶ τοῦ λυποῦντος αἴσθησιν ἐντιθεῖσα καὶ τοῦ εὐφραίνοντος ἐπιθυμίαν͵ ὥστε ταύτην μὲν τὰς πρώτας παρέχειν ἀρχὰς ἢ βρώσεως ὄρεξιν ἤ τινος ὅλως τῶν καθ' ἡδονὴν τὴν ὁρμὴν ἐμποιοῦσαν͵ τὸν δὲ νοῦν ἐκδεχόμενον τὰς τοιαύτας ὁρμὰς ταῖς οἰκείαις περινοίαις τὰς πρὸς τὸ ποθούμενον [176] ἀφορμὰς συνεκπορίζειν τῷ σώματι. Τὸ δὲ τοιοῦτον οὐκ ἐπὶ πάντων ἐστίν͵ ἀλλὰ μόνων τῶν ἀνδραποδωδέστερον διακειμένων͵ οἳ δουλώσαντες τὸν λόγον ταῖς ὁρμαῖς τῆς φύσεως͵ διὰ τῆς τοῦ νοῦ συμμαχίας τὸ κατὰ τὰς αἰσθήσεις ἡδὺ δουλοπρεπῶς κολακεύουσιν. Ἐπὶ δὲ τῶν τελειοτέρων οὐχ οὕτως γίνεται. Καθηγεῖται γὰρ ὁ νοῦς͵ λόγῳ καὶ οὐχὶ πάθει τὸ λυσιτελὲς προαιρούμενος, ἡ δὲ φύσις κατ' ἴχνος ἕπεται τῷ προκαθηγουμένῳ. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/14.asp