|
That the Soul Proper, in Fact and Name, is the Rational Soul, While the Others are Called So Equivocally; Wherein Also is This Statement, that the Power of the Mind Extends Throughout the Whole Body in Fitting Contact with Every Part
Patrologia Graeca 44.176-7 * Greek Fonts
|
Ὅτι κυρίως ψυχὴ ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται, αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ διὰ παντὸς τοῦ σώματος διήκειν τὴν τοῦ νοῦ δύναμιν͵ καταλλήλως ἑκάστου μέρους προσαπτομένηνΕἰ δέ τινα τῆς κτίσεως τὴν θρεπτικὴν ἐνέργειαν ἔχει ἢ πάλιν ἕτερα τῇ αἰσθητικῇ διοικεῖται δυνάμει͵ μήτε ἐκεῖνα αἰσθήσεως͵ μήτε ταῦτα τῆς νοερᾶς μετέχοντα φύσεως͵ καὶ διὰ τοῦτό τις ψυχῶν πλῆθος καθυποπτεύει, οὐ κατὰ τὸν διαιροῦντα λόγον ὁ τοιοῦτος τὴν τῶν ψυχῶν διαφορὰν δογματίσει· διότι πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον͵ εἰ μὲν τελείως εἴη ὅπερ ἐστί͵ κυρίως καὶ ὀνομάζεται ὅπερ λέγεται· τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο͵ ὃ κατωνόμασται͵ ματαίαν καὶ τὴν προσηγορίαν ἔχει. Οἷον εἴ τις τὸν ἀληθῆ δείξειεν ἄρτον͵ φαμὲν τὸν τοιοῦτον κυρίως ἐπιλέγειν τῷ ὑποκειμένῳ τὸ ὄνομα. Εἰ δέ τις τὸν ἀπὸ λίθου τεχνηθέντα τῷ κατὰ φύσιν ἀντιπαραδείξειεν͵ ᾧ σχῆμα μὲν τὸ αὐτὸ καὶ τὸ μέγεθος ἶσον καὶ ἡ τοῦ χρώματος ὁμοιότης͵ ὥστε διὰ τῶν πλείστων τὸν αὐτὸν εἶναι τῷ πρωτοτύπῳ δοκεῖν͵ ἐπιλείπει δὲ αὐτῷ τὸ καὶ τροφὴν δύνασθαι εἶναι, παρὰ τοῦτο οὐ κυρίως͵ ἀλλ' ἐκ καταχρήσεως τῆς ἐπωνυμίας τοῦ ἄρτου τετυχηκέναι τὸν λίθον λέγωμεν. Καὶ πάντα τὰ κατὰ τὸν αὐτὸν λόγον͵ ἃ μὴ δι' ὅλων ἐστὶν ὅπερ λέγεται͵ ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/15.asp