|
A Contemplation of the Divine Utterance Which Said-"Let Us Make Man After Our Image and Likeness"; Wherein is Examined What is the Definition of the Image, and How the Passible and Mortal is Like to the Blessed and Impassible, and How in the Image There are Male and Female, Seeing These are Not in the Prototype
Patrologia Graeca 44.177-185 * Greek Fonts
|
Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἐν ᾧ ἐξετάζεται τίς ὁ τῆς εἰκόνος λόγος καὶ εἰ ὁμοιοῦται τῷ μακαρίῳ τε καὶ ἀπαθεῖ τὸ ἐμπαθὲς καὶ ἐπίκηρον͵ καὶ πῶς ἐν τῇ εἰκόνι τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῷ πρωτοτύπῳ τούτων οὐκ ὄντωνΕἰ δέ τινα τῆς κτίσεως τὴν θρεπτικὴν ἐνέργειαν ἔχει ἢ πάλιν ἕτερα τῇ αἰσθητικῇ διοικεῖται δυνάμει͵ μήτε ἐκεῖνα αἰσθήσεως͵ μήτε ταῦτα τῆς νοερᾶς μετέχοντα φύσεως͵ καὶ διὰ τοῦτό τις ψυχῶν πλῆθος καθυποπτεύει, οὐ κατὰ τὸν διαιροῦντα λόγον ὁ τοιοῦτος τὴν τῶν ψυχῶν διαφορὰν δογματίσει· διότι πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον͵ εἰ μὲν τελείως εἴη ὅπερ ἐστί͵ κυρίως καὶ ὀνομάζεται ὅπερ λέγεται· τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο͵ ὃ κατωνόμασται͵ ματαίαν καὶ τὴν προσηγορίαν ἔχει. Οἷον εἴ τις τὸν ἀληθῆ δείξειεν ἄρτον͵ φαμὲν τὸν τοιοῦτον κυρίως ἐπιλέγειν τῷ ὑποκειμένῳ τὸ ὄνομα. Εἰ δέ τις τὸν ἀπὸ λίθου τεχνηθέντα τῷ κατὰ φύσιν ἀντιπαραδείξειεν͵ ᾧ σχῆμα μὲν τὸ αὐτὸ καὶ τὸ μέγεθος ἶσον καὶ ἡ τοῦ χρώματος ὁμοιότης͵ ὥστε διὰ τῶν πλείστων τὸν αὐτὸν εἶναι τῷ πρωτοτύπῳ δοκεῖν͵ ἐπιλείπει δὲ αὐτῷ τὸ καὶ τροφὴν δύνασθαι εἶναι, παρὰ τοῦτο οὐ κυρίως͵ ἀλλ' ἐκ καταχρήσεως τῆς ἐπωνυμίας τοῦ ἄρτου τετυχηκέναι τὸν λίθον λέγωμεν. Καὶ πάντα τὰ κατὰ τὸν αὐτὸν λόγον͵ ἃ μὴ δι' ὅλων ἐστὶν ὅπερ λέγεται͵ ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/16.asp