|
What We Must Answer to Those Who Raise the Question-"If Procreation is After Sin, How Would Souls Have Came into Being If the First of Mankind Had Remained Sinless"
Patrologia Graeca 44.188-192 * Greek Fonts
|
Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας͵ εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα͵ πῶς ἂν ἐγένοντο αἱ ψυχαί͵ εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς ἄνθρωποιΜᾶλλον δὲ πρὶν τὸ προκείμενον διερευνῆσαι͵ κρεῖττον ἴσως τοῦ προφερομένου παρὰ τῶν μαχομένων ἡμῖν ἐπιζητῆσαι τὴν λύσιν. Λέγουσι γὰρ πρὸ τῆς ἁμαρτίας μήτε τόκον ἱστορεῖσθαι͵ μήτε ὠδῖνα͵ μήτε τὴν πρὸς παιδοποιΐαν ὁρμήν, ἀποικισθέντων δὲ τοῦ παραδείσου μετὰ τὴν ἁμαρτίαν καὶ τῆς γυναικὸς τῇ τιμωρίᾳ τῶν ὠδίνων κατακριθείσης͵ οὕτως ἐλθεῖν τὸν Ἀδὰμ εἰς τὸ γνῶναι γαμικῶς τὴν ὁμόζυγον καὶ τότε τῆς παιδοποιΐας τὴν ἀρχὴν γενέσθαι. Εἰ οὖν γάμος ἐν τῷ παραδείσῳ οὐκ ἦν͵ οὔτε ὠδὶς οὔτε τόκος͵ ἀνάγκην εἶναί φασιν ἐκ τοῦ ἀκολούθου λογίζεσθαι͵ μὴ ἂν ἐν πλήθει γενέσθαι τὰς τῶν ἀνθρώπων ψυχάς͵ εἰ μὴ πρὸς τὸ θνητὸν ἡ τῆς ἀθανασίας χάρις μετέπεσε καὶ ὁ γάμος διὰ τῶν ἐπιγινομένων συνετήρει τὴν φύσιν͵ ἀντὶ τῶν ὑπεξιόντων τοὺς ἐξ αὐτῶν ἀντεισάγων͵ ὥστε λυσιτελῆσαι τρόπον τινὰ τὴν ἁμαρτίαν ἐπεισελθοῦσαν τῇ ζωῇ τῶν ἀνθρώπων. Ἔμεινε γὰρ ἂν ἐν τῇ τῶν πρωτοπλάστων δυάδι τὸ ἀνθρώπινον γένος͵ μὴ τοῦ κατὰ τὸν θάνατον φόβου πρὸς διαδοχὴν τὴν φύσιν ἀνακινήσαντος. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/17.asp