|
That Our Irrational Passions Have Their Rise from Kindred with Irrational Nature
Patrologia Graeca 44.192-6 * Greek Fonts
|
Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς ἀφορμὰς ἔχειΟἶμαι γὰρ ἐκ τῆς ἀρχῆς ταύτης καὶ τὰ καθ' ἕκαστον πάθη͵ οἷον ἐκ τινος πηγῆς συνδοθέντα πλημμυρεῖν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ. Τεκμήριον δὲ τῶν λόγων ἡ τῶν παθημάτων συγγένεια κατὰ τὸ ἶσον ἡμῖν τε καὶ τοῖς ἀλόγοις ἐμφαινομένη. Οὐ γὰρ δὴ θέμις τῇ ἀνθρωπίνῃ φύσει͵ τῇ κατὰ τὸ θεῖον εἶδος μεμορφωμένῃ͵ τῆς ἐμπαθοῦς διαθέσεως προσμαρτυρεῖν τὰς πρώτας ἀρχάς. Ἀλλ' ἐπειδὴ προεισῆλθεν εἰς τὸν κόσμον τοῦτον ἡ τῶν ἀλόγων ζωή͵ ἔσχε δέ τι διὰ τὴν εἰρημένην αἰτίαν τῆς ἐκεῖθεν φύσεως καὶ ὁ ἄνθρωπος͵ τὸ κατὰ τὴν γένεσιν λέγω͵ συμμετέσχε διὰ τούτου καὶ τῶν λοιπῶν τῶν ἐν ἐκείνῃ θεωρουμένων τῇ φύσει. Οὐ γὰρ κατὰ τὸν θυμόν ἐστι τοῦ ἀνθρώπου ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις͵ οὔτε διὰ τῆς ἡδονῆς ἡ ὑπερέχουσα χαρακτηρίζεται φύσις͵ δειλία τε καὶ θράσος καὶ ἡ τοῦ πλείονος ἔφεσις καὶ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος καὶ πάντα τὰ τοιαῦτα πόῤῥω τοῦ θεοπρεποῦς χαρακτῆρός ἐστι.Ταῦτα τοίνυν ἐκ τοῦ ἀλόγου μέρους ἡ ἀνθρωπίνη φύσις πρὸς ἑαυτὴν ἐφειλκύσατο. Οἷς γὰρ ἡ ἄλογος ζωὴ πρὸς συντήρησιν ἑαυτῆς ἠσφαλίσθη͵ ταῦτα πρὸς τὸν ἀνθρώπινον μετενεχθέντα βίον͵ πάθη ἐγένετο. Θυμῷ μὲν γὰρ συντηρεῖται τὰ ὠμοβόρα, φιληδονία δὲ τὰ πολυγονοῦντα τῶν ζώων σώζει, τὸν ἄναλκιν ἡ δειλία καὶ τὸν εὐάλωτον τοῖς ἰσχυροτέροις ὁ φόβος͵ τὸν δὲ πολύσαρκον ἡ λαιμαργία. Καὶ τὸ διαμαρτεῖν οὑτινοσοῦν τῶν καθ' ἡδονὴν λύπης ὑπόθεσις ἐν τοῖς ἀλόγοις ἐστί. Ταῦτα πάντα καὶ τὰ τοιαῦτα διὰ τῆς κτηνώδους γενέσεως συνεισῆλθε τῇ τοῦ ἀνθρώπου κατασκευῇ. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/18.asp