|
To Those Who Say that the Enjoyment of the Good Things We Look for Will Again Consist in Meat and Drink, Because It is Written that by These Means Man at First Lived in Paradise
Patrologia Graeca 44.196-7 * Greek Fonts
|
Πρὸς τοὺς λέγοντας͵ πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν͵ διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι διὰ τούτων τὸν ἄνθρωπον ζῇνἈλλ' ἴσως τις οὐκ εἰς τὸ αὐτὸ πάλιν τῆς ζωῆς εἶδος ἐπανελεύσεσθαι λέγει τὸν ἄνθρωπον͵ εἴγε πρότερον μὲν ἐν τῷ ἐσθίειν ἦμεν͵ μετὰ ταῦτα δὲ τῆς τοιαύτης λειτουργίας ἀφεθησόμεθα. Ἀλλ' ἐγὼ τῆς ἁγίας ἀκούων Γραφῆς͵ οὐ μόνον σωματικὴν ἐπίσταμαι βρῶσιν͵ οὐδὲ τὴν διὰ σαρκὸς εὐφροσύνην͵ ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφήν͵ ἀναλογίαν τινὰ πρὸς τὴν τοῦ σώματος ἔχουσαν͵ ἧς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. Φάγετε τῶν ἐμῶν ἄρτων͵ ἡ Σοφία τοῖς πεινῶσι διακελεύεται, καὶ μακαρίζει τοὺς τὴν τοιαύτην βρῶσιν πεινῶντας ὁ Κύριος. Καὶ εἴ τις διψᾷ͵ φησίν͵ ἐρχέσθω πρός με καὶ πινέτω. Καὶ ὁ μέγας Ἡσαΐας͵ Πίετε εὐφροσύνην͵ τοῖς δυνατοῖς ἐπαΐειν τῆς μεγαλοφυΐας αὐτοῦ ἐγκελεύεται. Ἔστι δέ τις καὶ ἀπειλὴ προφητικὴ κατὰ τῶν τιμωρίας ἀξίων͵ ὡς λιμῷ κολασθησομένων, ὁ δὲ λιμὸς οὐκ ἄρτου τίς ἐστιν ἀπορία καὶ ὕδατος͵ ἀλλὰ λόγου ἐπίλειψις. Οὐ λιμὸν γὰρ ἄρτου φησὶν ἢ δίψαν ὕδατος͵ ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγων Κυρίου.Οὐκοῦν τῆς τοῦ Θεοῦ φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα τὸν καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον, καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἀπόῤῥυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐννοεῖν. Ἀπὸ παντός͵ φησί͵ ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/19.asp