|
That Our Irrational Passions Have Their Rise from Kindred with Irrational Nature
Patrologia Graeca 44.192-6 * Greek Fonts
But the other impulse is greater, as the tendency of sin is heavy and
downward; for the ruling element of our soul is more inclined to be
dragged downwards by the weight of the irrational nature than is the
heavy and earthy element to be exalted by the loftiness of the
intellect; hence the misery that encompasses us often causes the
Divine gift to be forgotten, and spreads the passions of the flesh,
like some ugly mask, over the beauty of the image. |
Ἀλλ' ἐπειδὴ βαρεῖά τίς ἐστι καὶ κατωφερὴς ἡ τῆς ἁμαρτίας ῥοπή͵ πλεῖον τὸ ἕτερον γίνεται, μᾶλλον γὰρ τῷ βάρει τῆς ἀλόγου φύσεως συγκατασπᾶται τὸ ἡγεμονικὸν τῆς ψυχῆς͵ ἥπερ τῷ ὕψει τῆς διανοίας τὸ βαρύ τε καὶ χοϊκὸν ἀνυψοῦται. Διὰ τοῦτο πολλάκις ἀγνοεῖσθαι ποιεῖ τὸ θεῖον δῶρον ἡ περὶ ἡμᾶς ἀθλιότης͵ οἷον προσωπεῖον εἰδεχθὲς τῷ κατὰ τὴν εἰκόνα κάλλει τὰ πάθη τῆς σαρκὸς ἐπιπλάσσουσα.Οὐκοῦν συγγνωστοί πώς εἰσιν οἱ πρὸς τὰ τοιαῦτα βλέποντες͵ εἶτα τὴν θείαν μορφὴν ἐν τούτοις εἶναι οὐκ εὐχερῶς συντιθέμενοι. Ἀλλὰ διὰ τῶν κατωρθωκότων τὸν βίον͵ ἔξεστι τὴν θείαν ἐν τοῖς ἀνθρώποις εἰκόνα βλέπειν. Εἰ γὰρ ἐμπαθής τις καὶ σάρκινος ὢν ἀπιστεῖσθαι ποιεῖ τὸν ἄνθρωπον ὡς θείῳ κάλλει κεκοσμημένον, ὁ ὑψηλὸς πάντως τὴν ἀρετὴν καὶ καθαρεύων ἐκ μολυσμάτων βεβαιώσει σοι τὴν πρὸς τὸ κρεῖττον ἐπὶ τῶν ἀνθρώπων ὑπόληψιν.Οἷον, (κρεῖττον γὰρ ἐν ὑποδείγματι δεῖξαι τὸν λόγον), ἀπήλειψε τῷ τῆς πονηρίας μολύσματι τὸ τῆς φύσεως κάλλος τις τῶν ἐπὶ κακίᾳ γνωρίμων͵ Ἰεχονίας τυχὸν ἢ εἴ τις ἕτερος ἐπὶ κακῷ μνημονεύεται, ἀλλ' ἐν Μωϋσῇ καὶ τοῖς κατ' ἐκεῖνον καθαρὰ διεφυλάχθη ἡ [196] τῆς εἰκόνος μορφή. Ἐν οἷς τοίνυν οὐκ ἠμαυρώθη τὸ κάλλος͵ ἐν τούτοις ἐναργὴς ἡ τῶν λεγομένων πίστις ἐστίν͵ ὅτι ἄνθρωπος τοῦ Θεοῦ μίμημα γέγονεν.Ἀλλ' ἐπαισχύνεταί τις τυχόν͵ τῷ διὰ βρώσεως ἡμῖν καθ' ὁμοιότητα τῶν ἀλόγων τὴν ζωὴν συνεστάναι καὶ διὰ τοῦτο ἀνάξιον ἡγεῖται τὸν ἄνθρωπον τοῦ κατ' εἰκόνα Θεοῦ πεπλάσθαι δοκεῖν. Ἀλλ' ἐλπιζέτω τῆς λειτουργείας ταύτης ἀτέλειαν δοθήσεσθαι τῇ φύσει ποτὲ κατὰ τὴν προσδοκωμένην ζωήν. Οὐ γάρ ἐστι͵ καθώς φησιν ὁ Ἀπόστολος͵ ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ ἐπ' ἄρτῳ μόνῳ ζήσεσθαι τὸν ἄνθρωπον ὁ Κύριος προηγόρευσεν͵ ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἀλλὰ καὶ τῆς ἀναστάσεως ἰσάγγελον ἡμῖν ὑποδεικνυούσης τὸν βίον͵ βρώσεως δὲ παρὰ τοῖς ἀγγέλοις οὐκ οὔσης͵ ἱκανὴ πίστις τοῦ ἀπαλλαγήσεσθαι τῆς τοιαύτης λειτουργίας τὸν ἄνθρωπον͵ τὸν καθ' ὁμοιότητα τῶν ἀγγέλων ζησόμενον. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/18.asp?pg=4