|
A Contemplation of the Divine Utterance Which Said-"Let Us Make Man After Our Image and Likeness"; Wherein is Examined What is the Definition of the Image, and How the Passible and Mortal is Like to the Blessed and Impassible, and How in the Image There are Male and Female, Seeing These are Not in the Prototype
Patrologia Graeca 44.177-185 * Greek Fonts
However, let us pass by our argument upon this point: let us turn our
inquiry to the question before us,-how it is that while the Deity is
in bliss, and humanity is in misery, the latter is yet in Scripture
called "like" the former? |
[181] Ἀλλ' ὁ μὲν περὶ τούτων λόγος ἀφείσθω͵ πρὸς δὲ τὸ προκείμενον ἐπιστρεπτέον τὴν ζήτησιν· πῶς καὶ τὸ θεῖον μακάριον καὶ ἐλεεινὸν τὸ ἀνθρώπινον καὶ ὅμοιον ἐκείνῳ τοῦτο παρὰ τῆς Γραφῆς ὀνομάζεται.Οὐκοῦν ἐξεταστέον μετ' ἀκριβείας τὰ ῥήματα. Εὑρήσομεν γὰρ ὅτι ἕτερον μέν τι τὸ κατ' εἰκόνα γενόμενον͵ ἕτερον δὲ τὸ νῦν ἐν ταλαιπωρίᾳ δεικνύμενον. Ἐποίησεν ὁ Θεός͵ φησί͵ τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Τέλος ἔχει ἡ τοῦ κατ' εἰκόνα γεγενημένου κτίσις. Εἶτα ἐπανάληψιν ποιεῖται τοῦ κατὰ τὴν κατασκευὴν λόγου͵ καί φησιν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Παντὶ γὰρ οἶμαι γνώριμον εἶναι͵ ὅτι ἔξω τοῦτο τοῦ πρωτοτύπου νοεῖται· Ἐν γὰρ Χριστῷ Ἰησοῦ͵ καθώς φησιν ὁ Ἀπόστολος͵ οὔτε ἄῤῥεν οὔτε θῆλύ ἐστιν. Ἀλλὰ μὴν εἰς ταῦτα διῃρῆσθαι ὁ λόγος φησὶ τὸν ἄνθρωπον.Οὐκοῦν διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευή͵ ἥ τε πρὸς τὸ Θεῖον ὡμοιωμένη͵ ἥ τε πρὸς τὴν διαφορὰν ταύτην διῃρημένη. Τοιοῦτον γάρ τι ὁ λόγος ἐκ τῆς συντάξεως τῶν γεγραμμένων αἰνίττεται͵ πρῶτον μὲν εἰπὼν ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον͵ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, πάλιν δὲ τοῖς εἰρημένοις ἐπαγαγὼν ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς͵ ὅπερ ἀλλότριον τῶν περὶ Θεοῦ νοουμένων ἐστίν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/16.asp?pg=7