|
A Contemplation of the Divine Utterance Which Said-"Let Us Make Man After Our Image and Likeness"; Wherein is Examined What is the Definition of the Image, and How the Passible and Mortal is Like to the Blessed and Impassible, and How in the Image There are Male and Female, Seeing These are Not in the Prototype
Patrologia Graeca 44.177-185 * Greek Fonts
As the Gospel calls the stamp upon the coin "the image of Caesar ,"
whereby we learn that in that which was fashioned to resemble Caesar
there was resemblance as to outward look, but difference as to
material, so also in the present saying, when we consider the
attributes contemplated both in the Divine and human nature, in which
the likeness consists, to be in the place of the features, we find in
what underlies them the difference which we behold in the uncreated
and in the created nature. |
Καὶ ὥσπερ τὸν ἐπὶ τοῦ χαλκοῦ χαρακτῆρα Καίσαρος εἰκόνα λέγει τὸ Εὐαγγέλιον͵ δι' οὗ μανθάνομεν κατὰ μὲν τὸ πρόσχημα τὴν ὁμοίωσιν εἶναι τοῦ μεμορφωμένου πρὸς Καίσαρα͵ ἐν δὲ τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἔχειν, οὕτω καὶ κατὰ τὸν παρόντα λόγον ἀντὶ χαρακτήρων τὰ ἐπιθεωρούμενα τῇ τε θείᾳ φύσει καὶ τῇ ἀνθρωπίνῃ κατανοήσαντες͵ ἐν οἷς ἡ ὁμοιότης ἐστίν͵ ἐν τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἐξευρίσκομεν͵ ἥτις ἐν τῷ ἀκτίστῳ καὶ τῷ κτιστῷ καθορᾶται.Ἐπειδὴ τοίνυν τὸ μὲν ὡσαύτως ἔχει καὶ ἀεί͵ τὸ δὲ διὰ κτίσεως γεγενημένον ἀπ' ἀλλοιώσεως τοῦ εἶναι ἤρξατο καὶ συγγενῶς πρὸς τὴν τοιαύτην ἔχει τροπήν· διὰ [185] τοῦτο ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν͵ καθώς φησιν ἡ προφητεία͵ ἐπακολουθήσας͵ μᾶλλον δὲ προκατανοήσας τῇ προγνωστικῇ δυνάμει͵ πρὸς ὅ,τι ῥέπει κατὰ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον τῆς ἀνθρωπίνης προαιρέσεως ἡ κίνησις͵ ἐπειδὴ τὸ ἐσόμενον εἶδεν͵ ἐπιτεχνᾶται τῇ εἰκόνι τὴν περὶ τὸ ἄῤῥεν καὶ θῆλυν διαφοράν͵ ἥτις οὐκέτι πρὸς τὸ θεῖον ἀρχέτυπον βλέπει͵ ἀλλὰ καθὼς εἴρηται͵ τῇ ἀλογωτέρᾳ προσωκείωται φύσει.Τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἐπιτεχνήσεως μόνοι μὲν ἂν εἰδεῖεν οἱ τῆς ἀληθείας αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου. Ἡμεῖς δὲ καθώς ἐστι δυνατὸν διὰ στοχασμῶν τινων καὶ εἰκόνων φαντασθέντες τὴν ἀλήθειαν͵ τὸ ἐπὶ νοῦν ἐλθὸν οὐκ ἀποφαντικῶς ἐκτιθέμεθα͵ ἀλλ' ὡς ἐν γυμνασίας εἴδει τοῖς εὐγνώμοσι τῶν ἀκροωμένων προσθήσομεν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/16.asp?pg=11