|
A Rationale of Sleep, of Yawning, and of Dreams
Patrologia Graeca 44.165-173 * Greek Fonts
This view also is taken by those skilled in medicine, that according
to the differences of complaints the visions of dreams appear
differently to the patients: that the visions of those of weak stomach
are of one kind, those of persons suffering from injury to the
cerebral membrane of another, those of persons in fevers of yet
another; that those of patients suffering from bilious and from
phlegmatic affections are diverse, and those again of plethoric
patients, and of patients in wasting disease, are different; whence we
may see that the nutritive and vegetative faculty of the soul has in
it by commixture some seed of the intelligent element, which is in
some sense brought into likeness to the particular state of the body,
being adapted in its fancies according to the complaint which has
seized upon it.
|
Τοῦτο καὶ πολλοῖς τῶν τὴν ἰατρικὴν πεπαιδευμένων δοκεῖ͵ παρὰ τὰς τῶν παθημάτων διαφορὰς καὶ τὰς τῶν ἐνυπνίων ὄψεις τοῖς κάμνουσι γίνεσθαι, ἄλλας μὲν τῶν στομαχούντων͵ ἑτέρας δὲ τῶν κεκακωμένων τὰς μήνιγγας καὶ τῶν ἐν πυρετοῖς πάλιν ἑτέρας͵ τῶν τε κατὰ χολὴν καὶ τῶν ἐν φλέγματι κακουμένων οὐ τὰς αὐτὰς καὶ τῶν πληθωρικῶν καὶ τῶν ἐκτετηκότων πάλιν ἄλλας. Ἐξ ὧν ἔστιν ἰδεῖν͵ ὅτι ἡ θρεπτική τε καὶ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἔχῃ τι καὶ τοῦ νοεροῦ συγκατεσπαρμένον αὐτῇ διὰ τῆς ἀνακράσεως͵ ὃ τῇ ποιᾷ διαθέσει τοῦ σώματος τρόπον τινὰ ἐξομοιοῦται͵ καὶ τὸ ἐπικρατοῦν πάθος ταῖς φαντασίαις μεθαρμοζόμενον.Ἔτι δὲ καὶ πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται πολλοῖς τὰ ἐνύπνια. Ἄλλα τοῦ ἀνδρείου͵ καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα, ἄλλοι τοῦ ἀκολάστου ὄνειροι καὶ ἄλλοι τοῦ σώφρονος, ἐν ἑτέροις ὁ μεταδοτικὸς καὶ ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος͵ οὐδαμοῦ τῆς διανοίας͵ ἀλλὰ τῆς ἀλογωτέρας διαθέσεως ἐν τῇ ψυχῇ τὰς τοιαύτας φαντασίας ἀνατυπούσης οἷς προειθίσθη διὰ τῆς καθ' ὕπαρ μελέτης͵ τούτων τὰς εἰκόνας καὶ ἐν τοῖς ἐνυπνίοις ἀναπλαττούσης. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/13.asp?pg=9