|
A Rationale of Sleep, of Yawning, and of Dreams
Patrologia Graeca 44.165-173 * Greek Fonts
As naturally happens with fire when it is heaped over with chaff, and
no breath fans the flame-it neither consumes what lies beside it, nor
is entirely quenched, but instead of flame it rises to the air through
the chaff in the form of smoke; yet if it should obtain any breath of
air, it turns the smoke to flame-in the same way the mind when hidden
by the inaction of the senses in sleep is neither able to shine out
through them, nor yet is quite extinguished, but has, so to say, a
smouldering activity, operating to a certain extent, but unable to
operate farther.
|
Οἷον δέ τι περὶ τὸ πῦρ γίνεσθαι πέφυκεν͵ ὅταν μὲν ὑποκρυφθῇ τοῖς ἀχύροις ἁπανταχόθεν͵ μηδεμιᾶς ἀναπνοῆς ἀναῤῥιπιζούσης τὴν φλόγα͵ οὔτε τὰ προσπαρακείμενα νέμεται͵ οὔτε παντελῶς κατασβέννυται͵ ἀλλ' ἀντὶ φλογὸς ἀτμός τις διὰ τῶν ἀχύρων ἐπὶ τὸν ἀέρα διέξεισιν͵ εἰ δέ τινος λάβοιτο διαπνοῆς͵ φλόγα τὸν καπνὸν ἀπεργάζεται· τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῇ ἀπραξίᾳ τῶν αἰσθήσεων κατὰ τὸν ὕπνον συγκαλυφθεὶς͵ οὔτε ἐκλάμπειν δι' αὐτῶν δυνατῶς ἔχει͵ οὔτε μὴν παντελῶς κατασβέννυται· ἀλλ' οἷον καπνοειδῶς κινεῖται͵ τὸ μέν τι ἐνεργῶν͵ τὸ δὲ οὐ δυνάμενος.Καὶ ὥσπερ τις μουσικὸς κεχαλασμέναις ταῖς χορδαῖς τῆς λύρας ἐμβαλὼν τὸ πλῆκτρον͵ οὐ κατὰ ῥυθμὸν προάγει τὸ μέλος, οὐ γὰρ ἂν τὸ μὴ συντεταμένον ἠχήσειεν, ἀλλ' ἡ μὲν χεὶρ τεχνικῶς πολλάκις κινεῖται͵ πρὸς τὴν τοπικὴν θέσιν τῶν τόνων τὸ πλῆκτρον ἄγουσα͵ τὸ δὲ ἠχοῦν οὐκ ἔστιν͵ εἰ μὴ ὅσον ἄσημόν τινα καὶ ἀσύντακτον ἐν τῇ κινήσει τῶν χορδῶν ὑπηχεῖ τὸν βόμβον, οὕτω διὰ τοῦ ὕπνου τῆς ὀργανικῆς τῶν αἰσθητηρίων κατασκευῆς χαλασθείσης ἢ καθόλου ἠρεμεῖ ὁ τεχνίτης͵ εἴπερ τελείαν λύσιν ἐκ πληθώρας τινὸς καὶ βάρους πάθοι τὸ ὄργανον͵ ἢ ἀτόνως τε καὶ ἀμυδρῶς ἐνεργήσει͵ οὐχ ὑποδεχομένου τοῦ αἰσθητικοῦ ὀργάνου δι' ἀκριβείας τὴν τέχνην.Διὰ τοῦτο ἥ τε μνήμη συγκεχυμένη καὶ ἡ πρόγνωσις προκαλύμμασί τισιν ἀμφιβόλοις ἐπινυστάζουσα͵ ἐν εἰδώλοις τῶν καθ' ὕπαρ σπουδαζομένων φαντασιοῦται καί τι τῶν ἐκβαινόντων πολλάκις ἐμήνυσε. Τῷ γὰρ λεπτῷ τῆς φύσεως͵ ἔχει τι πλέον παρὰ τὴν σωματικὴν παχυμέρειαν εἰς τὸ καθορᾷν τι τῶν ὄντων δύνασθαι. Οὐ μὴν δι' εὐθείας τινὸς δύναται [172] διασαφεῖν τὸ λεγόμενον͵ ὡς τηλαυγῆ τε καὶ πρόδηλον εἶναι τὴν τῶν προκειμένων διδασκαλίαν, ἀλλὰ λοξὴ καὶ ἀμφίβολος τοῦ μέλλοντος ἡ δήλωσις γίνεται͵ ὅπερ αἴνιγμα λέγουσιν οἱ τὰ τοιαῦτα ὑποκρινόμενοι. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/13.asp?pg=6