|
From Homer's Iliad,
* Rhapsody 18, lines 1-128,
* Translated by S. Butler.
Text in Angle Brackets translated by Elpenor.
*
Greek Fonts
Thetis wept and answered, "Then,
my son, is your end near at hand--for your own death awaits you full
soon after that of Hector."
|
Τὸν δ΄ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· ὠκύμορος δή μοι τέκος ἔσσεαι͵ οἷ΄ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθ΄ Ἕκτορα πότμος ἑτοῖμος. Τὴν δὲ μέγ΄ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· αὐτίκα τεθναίην͵ ἐπεὶ οὐκ ἄρ΄ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης ἔφθιτ΄͵ ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. νῦν δ΄ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν͵ οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ΄ ἑτάροισι τοῖς ἄλλοις͵ οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ͵ ἀλλ΄ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης͵ τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων ἐν πολέμῳ· ἀγορῇ δέ τ΄ ἀμείνονές εἰσι καὶ ἄλλοι. ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ΄ ἀνθρώπων ἀπόλοιτο καὶ χόλος͵ ὅς τ΄ ἐφέηκε πολύφρονά περ χαλεπῆναι͵ ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ͵ θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· νῦν δ΄ εἶμ΄ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω Ἕκτορα· κῆρα δ΄ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ Ζεὺς ἐθέλῃ τελέσαι ἠδ΄ ἀθάνατοι θεοὶ ἄλλοι. οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα͵ ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος ῞Ηρης. ὣς καὶ ἐγών͵ εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται͵ κείσομ΄ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην͵ καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων δάκρυ΄ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην͵ γνοῖεν δ΄ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· μὴ δέ μ΄ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις. […] Cf.
Achilles' Grief Language Lesson |||
SAPPHO
: Dearest Earth's offspring and Heaven's
|||
SOPHOCLES : Oedipus' ascension |||
PLATO : Studying Death,
Ways to Hades
|||
SYMEON THE NEW THEOLOGIAN :
Don't put yourself in despair
|||
CAVAFY : The Horses
of Achilles,
In the month Athyr,
Perfidy
|||
PAPATSONIS : Scheme,
Hestia,
Wisdom,
In Rising Sound |