|
from the Moral Speeches, * Excerpts from speech 3. Translated by Elpenor * Greek Fonts
|
μή εἰς ἀπόγνωσιν ἐμβάλῃς σεαυτόν Εἰ ἀγνοεῖς ταῦτα, ἀγαπητέ, μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃς σεαυτὸν λέγων· “Ἐγὼ ταῦτα οὔτε οἶδα οὔτε μαθεῖν δύναμαι· οὔτε μὴν εἰς τὸ ὕψος τῆς γνώσεως ταύτης καὶ θεωρίας καὶ καθαρότητος φθάσαι καὶ ἀνελθεῖν ἰσχύσω ποτέ”. Μηδὲ πάλιν εἴπῃς· “Ἐπειδή, ἐὰν μή τις τοιοῦτος γένηται καὶ τὸν Χριστὸν ἀπ᾿ ἐντεῦθεν ἤδη ὡς Θεὸν ἐπενδύσηται καὶ αὐτὸν ἐκεῖνον ὅλον θεάσηται καὶ ἔνοικον ἑαυτοῦ τοῦτον κτήσηται, εἰς τὴν βασιλείαν αὐτοῦ οὐκ εἰσέρχεται, τί μοι τὸ ὄφελος κἂν ποσῶς ἀγωνίζεσθαι ἢ καὶ τῶν παρόντων ὑστερεῖσθαι τῆς ἀπολαύσεως;” Μή δὴ τοῦτο εἴπῃς, μή δὴ λογίσεσαι· ἀλλ᾿ εἰ βούλει, ἄκουσόν μου τῆς συμβουλῆς καὶ ἀναγγελῶ σοι τὴν ὁδὸν τῆς σωτηρίας, τῆς χάριτος τοῦ παναγίου Πνεύματος συνεργούσης. |
|
Reference address : https://ellopos.net/elpenor/greek-texts/fathers/symeon-faith.asp