|
from the Apology of Socrates, * 37e-38b, 40a-42a, translated by B. Jowett
from Phaedo, * 61.e-62.c, 64.c- 67.d, 79e-80a, 80.d-82.c, 84.a-84.b, translated by B. Jowett
Greek Fonts / Plato Complete works / Plato Concept
|
Μελέτη Θανάτου Ἴσως οὖν ἄν τις εἴποι· Σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων͵ ὦ Σώκρατες͵ οὐχ οἷός τ΄ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν; τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν. ἐάντε γὰρ λέγω ὅτι τῷ θεῷ ἀπειθεῖν τοῦτ΄ ἐστὶν καὶ διὰ τοῦτ΄ ἀδύνατον ἡσυχίαν ἄγειν͵ οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένῳ· ἐάντ΄ αὖ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο͵ ἑκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι καὶ τῶν ἄλλων περὶ ὧν ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος͵ ὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ͵ ταῦτα δ΄ ἔτι ἧττον πείσεσθέ μοι λέγοντι. τὰ δὲ ἔχει μὲν οὕτως͵ ὡς ἐγώ φημι͵ ὦ ἄνδρες͵ πείθειν δὲ οὐ ῥᾴδιον. καὶ ἐγὼ ἅμα οὐκ εἴθισμαι ἐμαυτὸν ἀξιοῦν κακοῦ οὐδενός. εἰ μὲν γὰρ ἦν μοι χρήματα͵ ἐτιμησάμην ἂν χρημάτων ὅσα ἔμελλον ἐκτείσειν͵ οὐδὲν γὰρ ἂν ἐβλάβην· νῦν δὲ οὐ γὰρ ἔστιν͵ εἰ μὴ ἄρα ὅσον ἂν ἐγὼ δυναίμην ἐκτεῖσαι͵ τοσούτου βούλεσθέ μοι τιμῆσαι. ἴσως δ΄ ἂν δυναίμην ἐκτεῖσαι ὑμῖν που μνᾶν ἀργυρίου· τοσούτου οὖν τιμῶμαι. Πλάτων δὲ ὅδε͵ ὦ ἄνδρες Ἀθηναῖοι͵ καὶ Κρίτων καὶ Κριτόβουλος καὶ Ἀπολλόδωρος κελεύουσί με τριάκοντα μνῶν τιμήσασθαι͵ αὐτοὶ δ΄ ἐγγυᾶσθαι· τιμῶμαι οὖν τοσούτου͵ ἐγγυηταὶ δὲ ὑμῖν ἔσονται τοῦ ἀργυρίου οὗτοι ἀξιόχρεῳ. (...) |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/plato-death.asp