|
Timaeus 41d-44d * Greek Fonts
Having given all these laws to his creatures, that he might be guiltless of future evil in any of them, the creator sowed some of them in the earth, and some in the moon, and some in the other instruments of time; and when he had sown them he committed to the younger gods the fashioning of their mortal bodies, and desired them to furnish what was still lacking to the human soul, and having made all the suitable additions, to rule over them, and to pilot the mortal animal in the best and wisest manner which they could, and avert from him all but self-inflicted evils. |
δημιουργία τῶν ψυχῶνΤαῦτ΄ εἶπε͵ καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα͵ ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν͵ τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων τρόπον μέν τινα τὸν αὐτόν͵ ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως͵ ἀλλὰ δεύτερα καὶ τρίτα. συστήσας δὲ τὸ πᾶν διεῖλεν ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις͵ [41e] ἔνειμέν θ΄ ἑκάστην πρὸς ἕκαστον͵ καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν͵ νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς͵ ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν͵ ἵνα μήτις ἐλαττοῖτο ὑπ΄ αὐτοῦ͵ δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων φῦναι ζῴων τὸ θεοσεβέστατον͵ [42a] διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως͵ τὸ κρεῖττον τοιοῦτον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ. ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης͵ καὶ τὸ μὲν προσίοι͵ τὸ δ΄ ἀπίοι τοῦ σώματος αὐτῶν͵ πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι͵ δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμειγμένον ἔρωτα͵ [42b] πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσοιεν͵ δίκῃ βιώσοιντο͵ κρατηθέντες δὲ ἀδικίᾳ. καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιούς͵ πάλιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου͵ βίον εὐδαίμονα καὶ συνήθη ἕξοι͵ σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβαλοῖ· [42c] μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας͵ τρόπον ὃν κακύνοιτο͵ κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοῖ θήρειον φύσιν͵ ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι͵ πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὑτῷ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς͵ θορυβώδη καὶ ἄλογον ὄντα͵ [42d] λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως.διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα͵ ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος͵ ἔσπειρεν τοὺς μὲν εἰς γῆν͵ τοὺς δ΄ εἰς σελήνην͵ τοὺς δ΄ εἰς τἆλλα ὅσα ὄργανα χρόνου· τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκεν θεοῖς σώματα πλάττειν θνητά͵ τό τ΄ ἐπίλοιπον͵ ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι͵ [42e] τοῦτο καὶ πάνθ΄ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν͵ καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον͵ ὅτι μὴ κακῶν αὐτὸ ἑαυτῷ γίγνοιτο αἴτιον. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/souls.asp