|
Timaeus 39e-41d * Greek Fonts
|
θεοὶ ὁρατοὶ καὶ γενητοίΚαὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο͵ τὸ δὲ μήπω τὰ πάντα ζῷα ἐντὸς αὑτοῦ γεγενημένα περιειληφέναι͵ ταύτῃ ἔτι εἶχεν ἀνομοίως. τοῦτο δὴ τὸ κατάλοιπον ἀπηργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν. ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστιν ζῷον͵ οἷαί τε ἔνεισι καὶ ὅσαι͵ καθορᾷ͵ τοιαύτας καὶ τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν. εἰσὶν δὴ τέτταρες͵ μία μὲν οὐράνιον θεῶν γένος͵ [40a] ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον͵ τρίτη δὲ ἔνυδρον εἶδος͵ πεζὸν δὲ καὶ χερσαῖον τέταρτον. τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπηργάζετο͵ ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη͵ τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει͵ τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ συνεπόμενον͵ νεί μας περὶ πάντα κύκλῳ τὸν οὐρανόν͵ κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι καθ΄ ὅλον. κινήσεις δὲ δύο προσῆψεν ἑκάστῳ͵ τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτά͵ περὶ τῶν αὐτῶν ἀεὶ τὰ αὐτὰ ἑαυτῷ διανοουμένῳ͵ [40b] τὴν δὲ εἰς τὸ πρόσθεν͵ ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ· τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστός͵ ἵνα ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον. ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν ὅσ΄ ἀπλανῆ τῶν ἄστρων ζῷα θεῖα ὄντα καὶ ἀίδια καὶ κατὰ ταὐτὰ ἐν ταὐτῷ στρεφόμενα ἀεὶ μένει· τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα͵ καθάπερ ἐν τοῖς πρόσθεν ἐρρήθη͵ κατ΄ ἐκεῖνα γέγονεν. γῆν δὲ τροφὸν μὲν ἡμετέραν͵ [40c] ἰλλομένην δὲ τὴν περὶ τὸν διὰ παντὸς πόλον τεταμένον͵ φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο͵ πρώτην καὶ πρεσβυτάτην θεῶν ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/gods.asp