|
Timaeus 44d-47e * Greek Fonts
And so in the vessel of the head, they first of all put a face in which they inserted organs to minister in all things to the providence of the soul, and they appointed this part, which has authority, to be by nature the part which is in front. |
σῶμα καὶ αἰσθήσειςΤὰς μὲν δὴ θείας περιόδους δύο οὔσας͵ τὸ τοῦ παντὸς σχῆμα ἀπομιμησάμενοι περιφερὲς ὄν͵ εἰς σφαιροειδὲς σῶμα ἐνέδησαν͵ τοῦτο ὃ νῦν κεφαλὴν ἐπονομάζομεν͵ ὃ θειότατόν τέ ἐστιν καὶ τῶν ἐν ἡμῖν πάντων δεσποτοῦν· ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ συναθροίσαντες θεοί͵ κατανοήσαντες ὅτι πασῶν ὅσαι κινήσεις ἔσοιντο μετέχοι. [44e] ἵν΄ οὖν μὴ κυλινδούμενον ἐπὶ γῆς ὕψη τε καὶ βάθη παντοδαπὰ ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν͵ ἔνθεν δὲ ἐκβαίνειν͵ ὄχημα αὐτῷ τοῦτο καὶ εὐπορίαν ἔδοσαν· ὅθεν δὴ μῆκος τὸ σῶμα ἔσχεν͵ ἐκτατά τε κῶλα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεοῦ μηχανησαμένου πορείαν͵ οἷς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε͵ τὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν. [45a] σκέλη μὲν οὖν χεῖρές τε ταύτῃ καὶ διὰ ταῦτα προσέφυ πᾶσιν· τοῦ δ΄ ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδοσαν. ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἄνθρωπον. διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος͵ ὑποθέντες αὐτόσε τὸ πρόσωπον͵ [45b] ὄργανα ἐνέδησαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ͵ καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτ΄ εἶναι͵ τὸ κατὰ φύσιν πρόσθεν· |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/body-senses.asp