|
Timaeus 47e - 48d * Greek Fonts
|
ἀνάγκηΤὰ μὲν οὖν παρεληλυθότα τῶν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νοῦ δεδημιουργημένα· δεῖ δὲ καὶ τὰ δι΄ ἀνάγκης γιγνόμενα τῷ λόγῳ παραθέσθαι. [48a] μεμειγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γιγνομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιστον ἄγειν͵ ταύτῃ κατὰ ταῦτά τε δι΄ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος οὕτω κατ΄ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν. εἴ τις οὖν ᾗ γέγονεν κατὰ ταῦτα ὄντως ἐρεῖ͵ μεικτέον καὶ τὸ τῆς πλανωμένης εἶδος αἰτίας͵ ᾗ φέρειν πέφυκεν· [48b] ὧδε οὖν πάλιν ἀναχωρητέον͵ καὶ λαβοῦσιν αὐτῶν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὖθις αὖ͵ καθάπερ περὶ τῶν τότε νῦν οὕτω περὶ τούτων πάλιν ἀρκτέον ἀπ΄ ἀρχῆς. τὴν δὴ πρὸ τῆς οὐρανοῦ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη· νῦν γὰρ οὐδείς πω γένεσιν αὐτῶν μεμήνυκεν͵ ἀλλ΄ ὡς εἰδόσιν πῦρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτῶν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχεῖα τοῦ παντός͵ [48c] προσῆκον αὐτοῖς οὐδ΄ ἂν ὡς ἐν συλλαβῆς εἴδεσιν μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονοῦντος ἀπεικασθῆναι. νῦν δὲ οὖν τό γε παρ΄ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι τὸ νῦν οὐ ῥητέον͵ δι΄ ἄλλο μὲν οὐδέν͵ διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα͵ μήτ΄ οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν͵ οὔτ΄ αὐτὸς αὖ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθῶς ἐγχειροῖμ΄ ἂν τοσοῦτον ἐπιβαλλόμενος ἔργον· [48d] τὸ δὲ κατ΄ ἀρχὰς ῥηθὲν διαφυλάττων͵ τὴν τῶν εἰκότων λόγων δύναμιν͵ πειράσομαι μηδενὸς ἧττον εἰκότα͵ μᾶλλον δὲ καὶ ἔμπροσθεν ἀπ΄ ἀρχῆς περὶ ἑκάστων καὶ συμπάντων λέγειν. θεὸν δὴ καὶ νῦν ἐπ΄ ἀρχῇ τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τῶν εἰκότων δόγμα διασῴζειν ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν. |
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/necessity.asp