|
That Man is a Likeness of the Divine Sovereignty
Patrologia Graeca 44.137 * Greek Fonts
|
Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωποςΤὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἀγλαΐζεται͵ ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι͵ τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ μιμήματι͵ ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν ἡμέτερον πλάστην͵ οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα͵ ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποικίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος͵ δι' ὧν ἡ ἀληθινὴ ἀναζωγραφεῖται μορφὴ͵ οὐκ ἐρύθρημα καὶ λαμπρότης͵ καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις͵ οὐδέ τινος μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλείφουσα καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆρος ὑποσκιάζουσα καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες ἐπετεχνήσαντο, ἀλλ' ἀντὶ τούτων καθαρότης͵ ἀπάθεια͵ μακαριότης͵ κακοῦ παντὸς ἀλλοτρίωσις͵ καὶ ὅσα τοῦ τοιούτου γένους ἐστί͵ δι' ὧν μορφοῦται τοῖς ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθεσιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν διεχάραξε φύσιν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/5.asp