|
That the Construction of Man Throughout Signifies His Ruling Power
Patrologia Graeca 44.136 * Greek Fonts
|
Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευήΚαθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄργανον· οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδημιούργησε͵ τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι παρασκευάσας͵ οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν. Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον͵ ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον͵ ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ ἄλλον τοῦτο καὶ οὐχὶ βασιλέως ἐστίν; Καὶ ἔτι πρὸς τούτοις͵ τὸ τῆς δυναστευούσης τῶν πάντων φύσεως εἰκόνα γενέσθαι͵ οὐδὲν ἕτερόν ἐστιν ἢ εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες͵ τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι͵ καὶ λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις͵ ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων κατεσκευάζετο͵ διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς ὁμοιότητος͵ οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη͵ κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος· οὐ πορφυρίδα περικειμένη͵ οὐδὲ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν)͵ ἀλλ' ἀντὶ μὲν τῆς ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη͵ ὃ δὴ πάντων βασιλικώτατον ἐσθημάτων ἐστίν· ἀντὶ δὲ τοῦ σκήπτρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη· ἀντὶ δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στεφάνῳ κεκοσμημένη͵ ὥστε διὰ πάντων ἐν τῷ τῆς βασιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν. |
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/4.asp