|
That the Nature of Man is More Precious Than All the Visible Creation
Patrologia Graeca 44.133-6 * Greek Fonts
|
Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσιςἌξιον δὲ μηδὲ τοῦτο παριδεῖν ἀθεώρητον͵ ὅτι τοῦ τηλικούτου κόσμου καὶ τῶν κατ' αὐτὸν μερῶν στοιχειωδῶς πρὸς τὴν τοῦ παντὸς σύστασιν ὑποβληθέντων͵ ἀποσχεδιάζεταί πως ἡ κτίσις ὑπὸ τῆς θείας δυνάμεως ὁμοῦ τῷ προστάγματι ὑφισταμένη. Τῆς δὲ τοῦ ἀνθρώπου κατασκευῆς βουλὴ προηγεῖται καὶ προτυποῦται παρὰ τοῦ τεχνιτεύοντος διὰ τῆς τοῦ λόγου γραφῆς τὸ ἐσόμενον͵ καὶ οἷον εἶναι προσήκει καὶ πρὸς ποῖον ἀρχέτυπον τὴν ὁμοιότητα φέρειν καὶ ἐπὶ τίνι γενήσεται καὶ τί ἐνεργήσει γενόμενον καὶ τίνων ἡγεμονεύσει· πάντα προδιασκοπεῖται ὁ λόγος͵ ὡς πρεσβυτέραν αὐτὸν τῆς γενέσεως τὴν ἀξίαν λαχεῖν͵ πρὶν παρελθεῖν εἰς τὸ εἶναι τὴν τῶν ὄντων ἡγεμονίαν κτησάμενον. Εἶπε γάρ͵ φησίν͵ ὁ Θεός͵ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν͵ καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.Ὢ τοῦ θαύματος· ἥλιος κατασκευάζεται καὶ οὐδεμία προηγεῖται βουλή· οὐρανὸς ὡσαύτως͵ ὧν οὐδέν τι τῶν κατὰ τὴν κτίσιν ἴσον ἐστί͵ [136] ῥήματι μόνῳ τὸ τοιοῦτον θαῦμα συνίσταται͵ οὔτε ὅθεν͵ οὔτε ὅπως͵ οὔτε ἄλλο τι τοιοῦτον παρασημηναμένου τοῦ λόγου. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα͵ αἰθήρ͵ ἀστέρες͵ ὁ διὰ μέσου ἀήρ͵ θάλαττα͵ γῆ͵ ζῶα͵ φυτά͵ πάντα λόγῳ πρὸς γένεσιν ἄγεται. Μόνῃ δὲ τῇ τοῦ ἀνθρώπου κατασκευῇ περιεσκεμμένως πρόσεισιν ὁ τοῦ παντὸς ποιητής͵ ὡς καὶ ὕλην αὐτῷ τῆς συστάσεως προετοιμάσαι καὶ ἀρχετύπῳ τινὶ κάλλει τὴν μορφὴν ὁμοιῶσαι καὶ προθέντα τὸν σκοπόν͵ οὗ χάριν γενήσεται͵ κατάλληλον αὐτῷ καὶ οἰκείαν ταῖς ἐνεργείαις δημιουργῆσαι τὴν φύσιν͵ ἐπιτηδείως πρὸς τὸ προκείμενον ἔχουσαν. |
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/3.asp