|
Why Man Appeared Last, After the Creation
Patrologia Graeca 44.132-3 * Greek Fonts
|
Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωποςΟὔπω γὰρ τὸ μέγα τοῦτο καὶ τίμιον χρῆμα ὁ ἄνθρωπος τῷ κόσμῳ τῶν ὄντων ἐπεχωρίαζεν. Οὐδὲ γὰρ ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆναι͵ ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης ἀκόλουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα͵ ἐπειδὴ τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν. Αὕτη δὲ ἦν γῆ τε καὶ νῆσοι καὶ θάλαττα καὶ οὐρανὸς ὑπὲρ τούτων ὀρόφου δίκην ἐπικυρτούμενος· πλοῦτος δὲ παντοδαπὸς τοῖς βασιλείοις τούτοις ἐναπετέθη. Πλοῦτον δὲ λέγω πᾶσαν τὴν κτίσιν͵ ὅσον ἐν φυτοῖς καὶ βλαστήμασι͵ καὶ ὅσον αἰσθητικόν τε καὶ ἔμπνουν καὶ ἔμψυχον. [133] Εἰ δὲ χρὴ καὶ τὰς ὕλας εἰς πλοῦτον καταριθμήσασθαι͵ ὅσαι διά τινος εὐχροίας τίμιαι τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς ἐνομίσθησαν͵ οἷον χρυσίον τε καὶ ἀργύριον καὶ τῶν λίθων δὴ τούτων ἃς ἀγαπῶσιν οἱ ἄνθρωποι· καὶ τούτων πάντων τὴν ἀφθονίαν καθάπερ τισὶ βασιλικοῖς θησαυροῖς τοῖς τῆς γῆς κόλποις ἐγκατακρύψας͵ οὕτως ἀναδείκνυσιν ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον͵ τῶν ἐν τούτῳ θαυμάτων τῶν μὲν θεατὴν ἐσόμενον͵ τῶν δὲ κύριον͵ ὡς διὰ μὲν τῆς ἀπολαύσεως τὴν σύνεσιν τοῦ χορηγοῦντος ἔχειν͵ διὰ δὲ τοῦ κάλλους τε καὶ μεγέθους τῶν ὁρωμένων τὴν ἄῤῥητόν τε καὶ ὑπὲρ λόγον τοῦ πεποιηκότος δύναμιν ἀνιχνεύειν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/2.asp