|
Timaeus 57d - 58c * Greek Fonts
|
κίνησις καὶ στάσιςΚινήσεως οὖν στάσεώς τε πέρι͵ τίνα τρόπον καὶ μεθ΄ ὧντινων γίγνεσθον͵ εἰ μή τις διομολογήσεται͵ [57e] πόλλ΄ ἂν εἴη ἐμποδὼν τῷ κατόπισθεν λογισμῷ. τὰ μὲν οὖν ἤδη περὶ αὐτῶν εἴρηται͵ πρὸς δ΄ ἐκείνοις ἔτι τάδε͵ ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνεῖναι. τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν͵ μᾶλλον δὲ ἀδύνατον͵ εἶναι· κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων͵ ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι͵ κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν· [58a] αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως. ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν· πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς δι΄ ἀλλήλων κινήσεως καὶ φορᾶς͵ οὐκ εἴπομεν. ὧδε οὖν πάλιν ἐροῦμεν. ἡ τοῦ παντὸς περίοδος͵ ἐπειδὴ συμπεριέλαβεν τὰ γένη͵ κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι͵ σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι. [58b] διὸ δὴ πῦρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα͵ ἀὴρ δὲ δεύτερον͵ ὡς λεπτότητι δεύτερον ἔφυ͵ καὶ τἆλλα ταύτῃ· τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παραλέλοιπεν͵ τὰ δὲ σμικρότατα ἐλαχίστην. ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα συνωθεῖ. σμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων τὰ μείζονα διακρινόντων͵ τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων͵ πάντ΄ ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτῶν τόπους· [58c] μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν. οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/motion-rest.asp