|
Timaeus 55d - 57d * Greek Fonts
|
τὰ τέσσαρα γένηκαὶ τοῦτον μὲν μεθετέον͵ τὰ δὲ γεγονότα νῦν τῷ λόγῳ γένη διανείμωμεν εἰς πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα. γῇ μὲν δὴ τὸ κυβικὸν εἶδος δῶμεν· [55e] ἀκινητοτάτη γὰρ τῶν τεττάρων γενῶν γῆ καὶ τῶν σωμάτων πλαστικωτάτη͵ μάλιστα δὲ ἀνάγκη γεγονέναι τοιοῦτον τὸ τὰς βάσεις ἀσφαλεστάτας ἔχον· βάσις δὲ ἥ τε τῶν κατ΄ ἀρχὰς τριγώνων ὑποτεθέντων ἀσφαλεστέρα κατὰ φύσιν ἡ τῶν ἴσων πλευρῶν τῆς τῶν ἀνίσων͵ τό τε ἐξ ἑκατέρου συντεθὲν ἐπίπεδον ἰσόπλευρον ἰσοπλεύρου τετράγωνον τριγώνου κατά τε μέρη καὶ καθ΄ ὅλον στασιμωτέρως ἐξ ἀνάγκης βέβηκεν. [56a] διὸ γῇ μὲν τοῦτο ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν͵ ὕδατι δ΄ αὖτῶν λοιπῶν τὸ δυσκινητότατον εἶδος͵ τὸ δ΄ εὐκινητότατον πυρί͵ τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν σμικρότατον σῶμα πυρί͵ τὸ δ΄ αὖ μέγιστον ὕδατι͵ τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν ὀξύτατον αὖ πυρί͵ τὸ δὲ δεύτερον ἀέρι͵ τὸ δὲ τρίτον ὕδατι. ταῦτ΄ οὖν δὴ πάντα͵ τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι͵ [56b] τμητικώτατόν τε καὶ ὀξύτατον ὂν πάντῃ πάντων͵ ἔτι τε ἐλαφρότατον͵ ἐξ ὀλιγίστων συνεστὸς τῶν αὐτῶν μερῶν· τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταῦτ΄ ἔχειν͵ τρίτως δὲ τὸ τρίτον. ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμίδος στερεὸν γεγονὸς εἶδος πυρὸς στοιχεῖον καὶ σπέρμα· τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος͵ τὸ δὲ τρίτον ὕδατος. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/elements.asp