|
Timaeus 58c - 60b * Greek Fonts
|
γενῶν εἴδηΜετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν͵ οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν͵ ὃ κάει μὲν οὔ͵ φῶς δὲ τοῖς ὄμμασιν παρέχει͵ τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ· [58d] κατὰ ταὐτὰ δὲ ἀέρος͵ τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος͵ ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος͵ ἕτερά τε ἀνώνυμα εἴδη͵ γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα. τὰ δὲ ὕδατος διχῇ μὲν πρῶτον͵ τὸ μὲν ὑγρόν͵ τὸ δὲ χυτὸν γένος αὐτοῦ. τὸ μὲν οὖν ὑγρὸν διὰ τὸ μετέχον εἶναι τῶν γενῶν τῶν ὕδατος ὅσα σμικρά͵ ἀνίσων ὄντων͵ κινητικὸν αὐτό τε καθ΄ αὑτὸ καὶ ὑπ΄ ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν τοῦ σχήματος ἰδέαν γέγονεν· [58e] τὸ δὲ ἐκ μεγάλων καὶ ὁμαλῶν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν͵ ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει͵ ταύτην δὲ ἀπολέσαν μετίσχει μᾶλλον κινήσεως͵ γενόμενον δὲ εὐκίνητον͵ ὑπὸ τοῦ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γῆν͵ τήκεσθαι μὲν τὴν τῶν ὄγκων καθαίρεσιν͵ ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γῆν ἐπωνυμίαν ἑκατέρου τοῦ πάθους ἔλαβεν. [59a] πάλιν δ΄ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρός͵ ἅτε οὐκ εἰς κενὸν ἐξιόντος͵ ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν αὑτῷ συμμείγνυσιν· ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν͵ ἅτε τοῦ τῆς ἀνωμαλότητος δημιουργοῦ πυρὸς ἀπιόντος͵ εἰς ταὐτὸν αὑτῷ καθίσταται. καὶ τὴν μὲν τοῦ πυρὸς ἀπαλλαγὴν ψῦξιν͵ τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἶναι γένος προσερρήθη. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/elements-kinds.asp