|
That the Form of Man Was Framed to Serve as an Instrument for the Use of Reason
Patrologia Graeca 44.149-152 * Greek Fonts
|
Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείανἘπειδὴ τοίνυν θεοειδῆ τινὰ χάριν τῷ πλάσματι ἡμῶν ὁ ποιήσας δεδώρηται͵ τῶν ἰδίων ἀγαθῶν ἐνθεὶς τῇ εἰκόνι τὰς ὁμοιότητας· διὰ τοῦτο τὰ μὲν λοιπὰ τῶν ἀγαθῶν ἔδωκεν ἐκ φιλοτιμίας τῇ ἀνθρωπίνῃ φύσει. Νοῦ δὲ καὶ φρονήσεως οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι δέδωκεν͵ ἀλλ' ὅτι μετέδωκε͵ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως κόσμον ἐπιβαλὼν τῇ εἰκόνι. Ἐπεὶ οὖν νοερόν τι χρῆμα καὶ ἀσώματόν ἐστιν ὁ νοῦς͵ ἀκοινώνητον ἂν ἔσχε τὴν χάριν καὶ ἄμικτον͵ μὴ διά τινος ἐπινοίας φανερουμένης αὐτοῦ τῆς κινήσεως. Τούτου χάριν τῆς ὀργανικῆς ταύτης προσεδεήθη κατασκευῆς͵ ἵνα πλήκτρου δίκην τῶν φωνητικῶν μορίων ἁπτόμενος͵ διὰ τῆς ποιᾶς τῶν φθόγγων τυπώσεως ἑρμηνεύσῃ τὴν ἔνδοθεν κίνησιν.Καὶ ὥσπερ τις μουσικῆς ἔμπειρος ὤν͵ ἂν ἰδίαν ἐκ πάθους μὴ ἔχοι φωνήν͵ βουλόμενος δὲ φανερὰν ποιῆσαι τὴν ἐπιστήμην͵ ἀλλοτρίαις ἐμμελῳδοίη φωναῖς͵ δι' αὐλῶν ἢ λύρας δημοσιεύων τὴν τέχνην· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς͵ παντοδαπῶν νοημάτων εὑρετὴς ὤν͵ τῷ μὴ δύνασθαι διὰ σωματικῶν αἰσθήσεων ἐπαϊούσῃ τῇ ψυχῇ δεικνύειν τὰς τῆς διανοίας ὁρμάς͵ καθάπερ τις ἁρμοστὴς ἔντεχνος τῶν ἐμψύχων τούτων ὀργάνων ἁπτόμενος͵ διὰ τῆς ἐν τούτοις ἠχῆς φανερὰ ποιεῖ τὰ κεκρυμμένα νοήματα. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/9.asp