|
To Those Who Say that Souls Existed Before Bodies, or that Bodies Were Formed Before Souls; Wherein There is Also a Refutation of the Fables Concerning Transmigration of Souls
Patrologia Graeca 44.229-233 * Greek Fonts
Since then the doctrine involved in both these theories is open to
criticism-the doctrine alike of those who ascribe to souls a fabulous
pre-existence in a special state, and of those who think they were
created at a later time than the bodies, it is perhaps necessary to
leave none of the statements contained in the doctrines without
examination: yet to engage and wrestle with the doctrines on each side
completely, and to reveal all the absurdities involved in the
theories, would need a large expenditure both of argument and of time;
we shall, however, briefly survey as best we can each of the views
mentioned, and then resume our subject.
|
Ἐπεὶ οὖν ἐν ἀμφοτέραις ταῖς ὑπολήψεσιν ὁ λόγος ὑπαίτιος͵ τῶν τε προβιοτεύειν τὰς ψυχὰς ἐν ἰδίᾳ τινὶ καταστάσει μυθολογούντων καὶ τῶν ὑστέρας τῶν σωμάτων κατασκευάζεσθαι νομιζόντων, ἀναγκαῖον ἂν εἴη μηδὲν τῶν λεγομένων ἐν τοῖς δόγμασι περιιδεῖν ἀνεξέταστον. Ἀλλὰ τὸ μὲν δι' ἀκριβείας τοὺς ἑκατέρωθεν γυμνάζειν λόγους καὶ πάσας ἐκκαλύπτειν τὰς ἐγκειμένας ἀτοπίας ταῖς ὑπολήψεσι͵ μακροῦ ἂν δέοιτο καὶ χρόνου καὶ λόγου· δι' ὀλίγων δὲ καθώς ἐστι δυνατόν͵ ἑκάτερον τῶν εἰρημένων ἐπισκεψάμενοι͵ [232] πάλιν τῶν προκειμένων ἀντιληψόμεθα.Οἱ τῷ προτέρῳ παριστάμενοι λόγῳ καὶ πρεσβυτέραν τῆς ἐν σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζοντες͵ οὔ μοι δοκοῦσι τῶν Ἑλληνικῶν καθαρεύειν δηγμάτων͵ τῶν περὶ τῆς μετενσωματώσεως αὐτοῖς μεμυθολογημένων. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε͵ πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατασυρόμενον͵ ὅν φασί τινα τῶν παρ' ἐκείνοις σοφῶν εἰρηκέναι͵ ὅτι ἀνὴρ γέγονεν ὁ αὐτὸς καὶ γυναικὸς σῶμα μετημφιάσατο καὶ μετ' ὀρνέων ἀνέπτη καὶ θάμνος ἔφυ καὶ τὸν ἔνυδρον ἔλαχε βίον. Οὐ πόῤῥω τῆς ἀληθείας κατά γε τὴν ἐμὴν κρίσιν φερόμενος͵ ὁ περὶ αὑτοῦ ταῦτα λέγων. Ὄντως γὰρ βατράχων τινῶν ἢ κολοιῶν φλυαρίας ἢ ἀλογίας ἰχθύων ἢ δρυῶν ἀναισθησίας ἄξια τὰ τοιαῦτα δόγματα͵ τὸ μίαν ψυχὴν λέγειν διὰ τοσούτων ἐλθεῖν. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/28.asp?pg=2