|
That It is Possible, When the Human Body is Dissolved into the Elements of the Universe, that Each Should Have His Own Body Restored from the Common Source
Patrologia Graeca 44.225-9 * Greek Fonts
ET it may be thou thinkest, having regard to the elements of the universe, that it is a hard thing when the air in us has been resolved into its kindred element, and the warmth, and moisture, and the earthy nature have likewise been mingled with their own kind, that from the common source there should return to the individual what belongs to itself.
|
Ὅτι δυνατόν ἐστιν εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος͵ πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναιἈλλὰ τυχὸν πρὸς τὰ στοιχεῖα τοῦ παντὸς βλέπων͵ δύσκολον οἴει τοῦ ἐν ἡμῖν ἀέρος πρὸς τὸ συγγενὲς στοιχεῖον ἀναχεθέντος καὶ τοῦ θερμοῦ τε καὶ ὑγροῦ καὶ τοῦ γεώδους ὡσαύτως τοῖς ὁμοφύλοις ἐγκαταμιχθέντων͵ πάλιν ἐκ τοῦ κοινοῦ τὸ οἰκεῖον ἐπὶ τὸ ἴδιον ἀναδραμεῖν.Εἶτα οὐ λογίζῃ διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων τὸ μηδὲ τοῦτο τῆς θείας δυνάμεως ὑπερβαίνειν τοὺς ὅρους; Εἶδές που πάντως ἐν ταῖς ἀνθρωπίναις οἰκήσεσι κοινὴν ἀγέλην ζώων τινῶν ἐκ κοινοῦ συνισταμένην. Ἀλλ' ὅταν πάλιν πρὸς τοὺς κεκτημένους αὐτὴ καταμερίζηται͵ ἥ τε πρὸς τοὺς οἴκους συνήθεια καὶ τὰ ἐπικείμενα σημεῖα τὸ ἴδιον ἑκάστῳ ἀποκαθίστησι. Τοιοῦτόν τι καὶ περὶ σεαυτὸν ἐννοῶν͵ οὐχ ἁμαρτήσεις τοῦ πρέποντος. Φυσικῇ γάρ τινι σχέσει καὶ στοργῇ πρὸς τὸ συνοικῆσαν σῶμα τῆς ψυχῆς διακειμένης͵ ἔστι τις κατὰ τὸ λεληθὸς αὐτῇ διὰ τῆς συνανακράσεως τοῦ οἰκείου σχέσις τε καὶ ἐπίγνωσις͵ οἷον σημείων τινῶν παρὰ τῆς φύσεως ἐπικειμένων͵ δι' ὧν ἡ κοινότης ἀσύγχυτος μένει διακρινομένη τοῖς ἰδιάζουσι. Τῆς τοίνυν ψυχῆς τὸ συγγενές τε καὶ ἴδιον ἐφ' ἑαυτὴν πάλιν ἑλκούσης͵ τίς πόνος͵ εἰπέ μοι͵ τῇ θείᾳ δυνάμει κωλῦσαι τῶν οἰκείων τὴν συνδρομήν͵ ἀῤῥήτῳ τινὶ τῇ τῆς φύσεως ὁλκῇ πρὸς τὸ ἴδιον ἐπειγομένων; Τὸ γὰρ ἐπιδιαμένειν τινὰ τῇ ψυχῇ καὶ μετὰ τὴν διάλυσιν σημεῖα τοῦ ἡμετέρου συγκρίματος δείκνυσιν ὁ κατὰ τὸν ᾅδην διάλογος͵ τῶν μὲν σωμάτων τῷ τάφῳ παραδοθέντων͵ γνωρίσματος δέ τινος σωματικοῦ ταῖς ψυχαῖς παραμείναντος͵ δι' οὗ καὶ ὁ Λάζαρος ἐγνωρίζετο καὶ οὐκ ἠγνοεῖτο ὁ πλούσιος. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/27.asp