|
How One Even of Those Who are Without May Be Brought to Believe the Scripture When Teaching of the Resurrection
Patrologia Graeca 44.213-224 * Greek Fonts
OME
one, perhaps, having regard to the dissolution of bodies, and judging
the Deity by the measure of his own power, asserts that the idea of
the resurrection is impossible, saying that it cannot be that both
those things which are now in motion should become stationary, and
those things which are now without motion should rise again. |
Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃἈλλ' ἴσως τις πρὸς τὰ διαλυθέντα σώματα βλέπων καὶ πρὸς τὸ μέτρον τῆς ἰδίας δυνάμεως τὸ Θεῖον κρίνων͵ τὸν τῆς ἀναστάσεως λόγον ἀδύνατον εἶναί φησι͵ καὶ στήσεσθαι τὰ νῦν κινούμενα καὶ ἀναστήσεσθαι τὰ νῦν μὴ κινούμενα μὴ ἐνδέχεσθαι λέγων·ἀλλ' ὁ τοιοῦτος πρῶτον μὲν καὶ μέγιστον ποιείσθω τεκμήριον τῆς κατὰ τὴν ἀνάστασιν ἀληθείας τὸ τοῦ κηρύγματος αὐτῆς ἀξιόπιστον, ἡ δὲ τῶν λεγομένων πίστις ἐκ τῆς τῶν λοιπῶν τῶν προῤῥηθέντων ἐκβάσεως τὸ ἀσφαλὲς ἔχει. Ἐπειδὴ γὰρ πολλούς τε καὶ παντοδαποὺς παρέθετο λόγους ἡ θεία Γραφή͵ δυνατόν ἐστιν ὅπως ἂν ἔχῃ ψεύδους ἢ ἀληθείας τὰ λοιπὰ τῶν εἰρημένων θεασαμένους͵ δι' ἐκείνων καὶ τὸ περὶ τῆς ἀναστάσεως δόγμα κατανοῆσαι. Εἰ μὲν γὰρ ἐν τοῖς ἄλλοις ψευδεῖς οἱ λόγοι καὶ διεσφαλμένοι τῆς ἀληθείας ἐλέγχονται͵ οὐδὲ τοῦτο πάντως ἐκτὸς ψεύδους ἐστίν. Εἰ δὲ τὰ ἄλλα πάντα μαρτυροῦσαν ἔχει τῇ ἀληθείᾳ τὴν πεῖραν͵ ἀκόλουθον ἂν εἴη δι' ἐκείνων καὶ τὴν περὶ τῆς ἀναστάσεως πρόῤῥησιν ἀληθῆ νομίσαι. Οὐκοῦν ἐπιμνησθῶμεν [216] ἑνὸς ἢ δυοῖν τῶν προκατηγγελμένων καὶ ἀντιπαραθῶμεν τοῖς προῤῥηθεῖσι τὴν ἔκβασιν͵ ὥστε γνῶναι δι' αὐτῶν͵ εἰ πρὸς τὴν ἀλήθειαν ὁ λόγος βλέπει. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/25.asp