|
Timaeus 90e - 92c * Greek Fonts
|
γένεσις ἄλλων ζῴων[90e] Καὶ δὴ καὶ τὰ νῦν ἡμῖν ἐξ ἀρχῆς παραγγελθέντα διεξελθεῖν περὶ τοῦ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν. τὰ γὰρ ἄλλα ζῷα ᾗ γέγονεν αὖ͵ διὰ βραχέων ἐπιμνηστέον͵ ὃ μή τις ἀνάγκη μηκύνειν· οὕτω γὰρ ἐμμετρότερός τις ἂν αὑτῷ δόξειεν περὶ τοὺς τούτων λόγους εἶναι. τῇδ΄ οὖν τὸ τοιοῦτον ἔστω λεγόμενον. τῶν γενομένων ἀνδρῶν ὅσοι δειλοὶ καὶ τὸν βίον ἀδίκως διῆλθον͵ κατὰ λόγον τὸν εἰκότα γυναῖκες μετεφύοντο ἐν τῇ δευτέρᾳ [91a] γενέσει· καὶ κατ΄ ἐκεῖνον δὴ τὸν χρόνον διὰ ταῦτα θεοὶ τὸν τῆς συνουσίας ἔρωτα ἐτεκτήναντο͵ ζῷον τὸ μὲν ἐν ἡμῖν͵ τὸ δ΄ ἐν ταῖς γυναιξὶν συστήσαντες ἔμψυχον͵ τοιῷδε τρόπῳ ποιήσαντες ἑκάτερον. τὴν τοῦ ποτοῦ διέξοδον͵ ᾗ διὰ τοῦ πλεύμονος τὸ πῶμα ὑπὸ τοὺς νεφροὺς εἰς τὴν κύστιν ἐλθὸν καὶ τῷ πνεύματι θλιφθὲν συνεκπέμπει δεχομένη͵ συνέτρησαν εἰς τὸν ἐκ τῆς κεφαλῆς κατὰ τὸν αὐχένα καὶ διὰ τῆς ῥάχεως μυελὸν συμπεπηγότα͵ [91b] ὃν δὴ σπέρμα ἐν τοῖς πρόσθεν λόγοις εἴπομεν· ὁ δέ͵ ἅτ΄ ἔμψυχος ὢν καὶ λαβὼν ἀναπνοήν͵ τοῦθ΄ ᾗπερ ἀνέπνευσεν͵ τῆς ἐκροῆς ζωτικὴν ἐπιθυμίαν ἐμποιήσας αὐτῷ͵ τοῦ γεννᾶν ἔρωτα ἀπετέλεσεν. διὸ δὴ τῶν μὲν ἀνδρῶν τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός͵ οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου͵ πάντων δι΄ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν· [91c] αἱ δ΄ ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα͵ ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας͵ ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται͵ χαλεπῶς ἀγανακτοῦν φέρει͵ καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον͵ ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει͵ μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως συναγαγόντες͵ [91d] οἷον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες͵ ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν. |
Previous chapter * Timaeus index
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/genesis-animals.asp