|
Timaeus 81e - 86a * Greek Fonts
|
νόσοι τοῦ σώματοςΤὸ δὲ τῶν νόσων ὅθεν συνίσταται͵ δῆλόν που καὶ παντί. [82a] τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγεν τὸ σῶμα͵ γῆς πυρὸς ὕδατός τε καὶ ἀέρος͵ τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ΄ ἀλλοτρίαν γιγνομένη͵ πυρός τε αὖ καὶ τῶν ἑτέρων ἐπειδὴ γένη πλείονα ἑνὸς ὄντα τυγχάνει͵ τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνειν͵ καὶ πάνθ΄ ὅσα τοιαῦτα͵ στάσεις καὶ νόσους παρέχει· παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται͵ [82b] ξηρὰ δὲ ὄντα εἰς ὕστερον γίγνεται νοτερά͵ καὶ κοῦφα δὴ καὶ βαρέα͵ καὶ πάσας πάντῃ μεταβολὰς δέχεται. μόνως γὰρ δή͵ φαμέν͵ ταὐτὸν ταὐτῷ κατὰ ταὐτὸν καὶ ὡσαύτως καὶ ἀνὰ λόγον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶν καὶ ὑγιὲς μένειν· ὃ δ΄ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν͵ ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται. Δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν͵ [82c] δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ γίγνεται συννοῆσαι. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος͵ ἔτι τε αἵματος ἄλλον μὲν τρόπον͵ ἐκ δὲ τῶν αὐτῶν γεγονότος͵ τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν͵ τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκεν· ὅταν ἀνάπαλιν ἡ γένεσις τούτων πορεύηται͵ τότε ταῦτα διαφθείρεται. κατὰ φύσιν γὰρ σάρκες μὲν καὶ νεῦρα ἐξ αἵματος γίγνεται͵ νεῦρον μὲν ἐξ ἰνῶν διὰ τὴν συγγένειαν͵ [82d] σάρκες δὲ ἀπὸ τοῦ παγέντος ὃ πήγνυται χωριζόμενον ἰνῶν· τὸ δὲ ἀπὸ τῶν νεύρων καὶ σαρκῶν ἀπιὸν αὖ γλίσχρον καὶ λιπαρὸν ἅμα μὲν τὴν σάρκα κολλᾷ πρὸς τὴν τῶν ὀστῶν φύσιν αὐτό τε τὸ περὶ τὸν μυελὸν ὀστοῦν τρέφον αὔξει͵ τὸ δ΄ αὖ διὰ τὴν πυκνότητα τῶν ὀστῶν διηθούμενον καθαρώτατον γένος τῶν τριγώνων λειότατόν τε καὶ λιπαρώτατον͵ λειβόμενον ἀπὸ τῶν ὀστῶν καὶ στάζον͵ ἄρδει τὸν μυελόν. |
Previous chapter * Timaeus index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/plato-timaeus/body-diseases.asp