|
A Brief Examination of the Construction of Our Bodies from a Medical Point of View
Patrologia Graeca 44.240-256 * Greek Fonts
We consider, then, that we need not spend more time in inquiring in
which of the vital members such a thing resides, when the energy of
motion is shown to be here. But that the brain contributes to life in
a special degree is shown clearly by the result of the opposite
conditions: for if the tissue surrounding it receives any wound or
lesion, death immediately follows the injury, nature being unable to
endure the hurt even for a moment; just as, when a foundation is
withdrawn, the whole building collapses with the part; and that
member, from an injury to which the destruction of the whole living
being clearly follows, may properly be acknowledged to contain the
cause of life. |
Οὐκέτι οὖν ἡγούμεθα δεῖν πολυπραγμονεῖν περί τε τῶν ζωτικῶν μορίων͵ τὸ τοιοῦτόν ἐστιν͵ ἐν τούτῳ δειχθείσης τῆς κινητικῆς ἐνεργείας. Ὅτι δὲ μέγιστόν τι συντελεῖ πρὸς τὴν ζωὴν ὁ ἐγκέφαλος͵ ἐναργῶς τὸ ἐξ ἐναντίου συμβαῖνον δηλοῖ. Εἰ γάρ τινα τρῶσιν ἢ ῥῆξιν ὁ περὶ αὐτὸν ὑμὴν πάθοι͵ εὐθὺς ἐπηκολούθησε τῷ πάθει ὁ θάνατος͵ οὐδὲ πρὸς τὸ ἀκαρὲς τῆς φύσεως ἀντισχούσης τῇ τρώσει͵ ὥσπερ θεμελίου τινὸς ὑποσπασθέντος ὅλον τὸ οἰκοδόμημα συγκατεσείσθη τῷ μέρει· οὗ τοίνυν παθόντος πρόδηλός ἐστιν ἡ τοῦ παντὸς ζώου διαφθορά͵ τοῦτο κυρίως ἂν τῆς ζωῆς τὴν αἰτίαν ἔχειν ὁμολογοῖτο.Ἐπειδὴ δὲ καὶ τῶν παυσαμένων τοῦ ζῇν κατασβεσθείσης τῆς ἐγκειμένης τῇ φύσει θερμότητος͵ τὸ νεκρωθὲν καταψύχεται͵ [245] διὰ τοῦτο καὶ ἐν τῷ θερμῷ τὴν ζωτικὴν αἰτίαν κατενοήσαμεν. Οὗ γὰρ ἐπιλελοιπότος ἡ νεκρότης ἐπηκολούθησεν͵ ἀνάγκη πᾶσα τῇ παρουσίᾳ τούτου συνεστάναι τὸ ζῶον ὁμολογεῖσθαι. Τῆς δὲ τοιαύτης δυνάμεως οἶον πηγήν τινα καὶ ἀρχὴν τὴν καρδίαν κατενοήσαμεν͵ ἀφ' ἧς αὐλοειδεῖς πόροι πολυσχιδῶς ἄλλος ἐξ ἄλλου διαφυόμενοι͵ παντὶ τῷ σώματι τὸ πυρῶδες καὶ θερμὸν διαχέουσι πνεῦμα.Ἐπεὶ δὲ πάντως καὶ τροφὴν ἔδει τινὰ τῷ θερμῷ συμπαρεῖναι παρὰ τῆς φύσεως - οὐ γὰρ ἐνδέχεται τὸ πῦρ ἐφ' ἑαυτοῦ μένειν͵ μὴ διὰ τοῦ καταλλήλου τρεφόμενον - διὰ τοῦτο οἱ τοῦ αἵματος ὀχετοί͵ καθάπερ ἐκ πηγῆς τινος τοῦ ἥπατος ἀφορμηθέντες τῷ θερμῷ πνεύματι πανταχῆ κατὰ τὸ σῶμα συμπαροδεύουσιν͵ ὡς ἂν μὴ μονωθὲν τοῦ ἑτέρου τὸ ἕτερον͵ διαφθείρῃ τὴν φύσιν πάθος γενόμενον. Παιδευέτω τοῦτο τοὺς ἀτακτοῦντας περὶ τὸ ἴσον͵ διδαχθέντας παρὰ τῆς φύσεως͵ ὅτι ἡ πλεονεξία φθοροποιόν τι πάθος ἐστίν. |
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/30.asp?pg=5