|
A Brief Examination of the Construction of Our Bodies from a Medical Point of View
Patrologia Graeca 44.240-256 * Greek Fonts
Our structure, then, being thus divided, we have carefully to mark
that our faculty for life is not supported in any one way by some
single organ, but nature, while distributing the means for our
existence among several parts, makes the contribution of each
individual necessary for the whole; just as the things which nature
contrives for the security and beauty of life are also numerous, and
differ much among themselves. |
Οὕτω τοίνυν τῆς κατασκευῆς τῆς ἐν ἡμῖν διῃρημένης͵ ἔστιν ἀκριβῶς κατανοῆσαι͵ ὅτι οὐ μονοειδῶς ἡμῖν δι' ἑνός τινος ἡ πρὸς τὸ ζῇν δύναμις διεξάγεται, ἀλλὰ πλείοσι μορίοις ἡ φύσις τὰς πρὸς τὴν σύστασιν ἡμῶν ἀφορμὰς ἐπινείμασα͵ ἀναγκαίαν ποιεῖ πρὸς τὸ ὅλον τὴν παρ' ἑκάστου συνεισφοράν. Ὥστε καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς ζωῆς καὶ κάλλος ἡ φύσις ἐπετεχνάσατο͵ πλείω τέ ἐστι ταῦτα καὶ πολλὴν πρὸς ἄλληλα τὴν διαφορὰν ἔχει.Ἀλλ' οἶμαι διελέσθαι πρότερον ἐν ὀλίγῳ χρῆναι τῶν πρὸς τὴν σύστασιν τῆς ζωῆς συντελούντων ἡμῖν τὰς πρώτας ἀρχάς. Ἡ μὲν οὖν τοῦ παντὸς σώματος ὕλη κοινὴ τοῖς καθ' ἕκαστον μέλεσιν ὑποκειμένη͵ σιγάσθω τανῦν· οὐδὲν γὰρ πρὸς τὸν σκοπὸν ἡμῖν συντελέσει ἡ καθόλου φυσιολογία πρὸς τὴν μερικὴν θεωρίαν.Ὁμολογουμένου τοίνυν παρὰ πᾶσι τοῦ πάντων ἐν ἡμῖν εἶναι τῶν στοιχειωδῶς ἐν τῷ κόσμῳ θεωρουμένων τὴν μοῖραν͵ τοῦ τε θερμοῦ καὶ τοῦ ψύχοντος καὶ τῆς ἑτέρας συζυγίας τῆς κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν νοουμένης͵ τὰ καθ' ἕκαστον ἡμῖν διαληπτέον.Οὐκοῦν ὁρῶμεν τρεῖς τὰς διοικητικὰς τῆς ζωῆς δυνάμεις͵ ὧν ἡ μὲν διαθάλπει τὸ πᾶν τῇ θερμότητι͵ ἡ δὲ ὑπονοτίζει τῇ ἰκμάδι τὸ θερμαινόμενον͵ ὡς ἂν τῇ ἰσοκρατείᾳ τῆς τῶν ἐναντίων ποιότητος͵ ἐπὶ τοῦ μέσου συντηροῖτο τὸ ζῶον͵ μήτε τοῦ ὑγροῦ καταφρυγομένου τῷ πλεονασμῷ τῆς θερμότητος͵ μήτε τοῦ θερμοῦ σβεννυμένου τῇ ἐπικρατείᾳ τοῦ καθυγραίνοντος. Ἡ δὲ τρίτη δύναμις συνέχει δι' ἑαυτῆς κατά τινα συμβολήν τε καὶ ἁρμονίαν τὰ διακεκριμένα τῶν ἄρθρων τοῖς παρ' ἑαυτῆς συνδέσμοις ἁρμόζουσα καὶ πᾶσιν ἐπιπέμπουσα τὴν αὐτοκίνητόν τε καὶ προαιρετικὴν δύναμιν, ἧς ἐπιλειπούσης͵ πέρατον γίνεται καὶ νεκρῶδες τὸ μέρος͵ τοῦ προαιρετικοῦ πνεύματος ἀμοιρῆσαν. |
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/30.asp?pg=2