|
An Establishment of the Doctrine that the Cause of the Existence of Soul and Body is One and the Same
Patrologia Graeca 44.233-240 * Greek Fonts
If, however, thou seekest to trace the operation of the soul in the
formation of the body, "take heed to thyself ," as Moses says, and
thou wilt read, as in a book, the history of the works of the soul;
for nature itself expounds to thee, more clearly than any discourse,
the varied occupations of the soul in the body, alike in general and
in particular acts of construction. |
Εἰ δὲ ζητεῖς ἐν τῇ τοῦ σώματος πλάσει τὰς ψυχικὰς ἐνεργείας͵ πρόσεχε σεαυτῷ͵ φησὶ Μωσῆς͵ καὶ ἀναγνώσῃ καθάπερ ἐν βίβλῳ τῶν τῆς ψυχῆς ἔργων τὴν ἱστορίαν. Αὐτὴ γάρ σοι διηγεῖται ἡ φύσις λόγου παντὸς ἐναργέστερον τὰς ποικίλας ἐν τῷ σώματι τῆς ψυχῆς ἀσχολίας͵ ἔν τε ταῖς καθόλου καὶ ἐν ταῖς ἐπὶ μέρους διασκευαῖς.Ἀλλὰ περιττὸν οἶμαι λόγῳ τὰ καθ' ἡμᾶς αὐτοὺς διεξιέναι͵ καθάπερ τι τῶν ὑπερορίων διηγουμένους θαυμάτων. Τίς γὰρ ἑαυτὸν βλέπων͵ [240] λόγῳ δεῖται τὴν οἰκείαν φύσιν διδάσκεσθαι; δυνατὸν γάρ ἐστι τὸν τῆς ζωῆς τρόπον κατανοήσαντα͵ καὶ ὡς πρὸς πᾶσαν ζωτικὴν ἐνέργειαν ἐπιτηδείως ἔχει τὸ σῶμα καταμαθόντα͵ γνῶναι περὶ τί κατησχολήθη τὸ φυσικὸν τῆς ψυχῆς παρὰ τὴν πρώτην τοῦ γινομένον διάπλασιν. Ὥστε καὶ διὰ τούτου φανερὸν εἶναι τοῖς οὐκ ἀνεπισκέπτοις͵ τὸ μὴ νεκρόν τε καὶ ἄψυχον ἐν τῷ ἐργαστηρίῳ γενέσθαι τῆς φύσεως͵ ὃ πρὸς τὴν τοῦ ζώου φυτείαν ἐκ τοῦ ζῶντος σώματος ἀποσπασθὲν ἐνετέθη.Καὶ γὰρ καὶ τῶν καρπῶν τὰς ἐντεριώνας καὶ τὰς τῶν ῥιζῶν ἀποσπάδας οὐ νεκρωθείσας τῆς ἐγκειμένης τῇ φύσει ζωτικῆς δυνάμεως τῇ γῇ καταβάλλομεν͵ ἀλλὰ συντηρούσας ἐν ἑαυταῖς κεκρυμμένην μὲν ζῶσαν δὲ πάντως τοῦ πρωτοτύπου τὴν ἰδιότητα. Τὴν δὲ τοιαύτην δύναμιν οὐκ ἐντίθησιν ἡ περιέχουσα γῆ ἔξωθεν παρ' ἑαυτῆς ἐπεισκρίνουσα - ἦ γὰρ ἂν καὶ τὰ νεκρὰ τῶν ξύλων εἰς βλάστην προήγετο - ἀλλὰ τὴν ἐπικειμένην ἔκδηλον ἀπεργάζεται͵ διὰ τῆς οἰκείας ἰκμάδος τιθηνουμένη εἰς ῥίζαν καὶ φλοιὸν καὶ ἐντεριώνην καὶ τὰς τῶν κλάδων ἐκφύσεις τὸ φυτὸν τελειοῦσα. Ὅπερ οὐχ οἷόν τε ἦν γίνεσθαι͵ μή τινος φυσικῆς δυνάμεως συνεντεθείσης͵ ἥτις τὴν συγγενῆ καὶ κατάλληλον ἐκ τῶν παρακειμένων τροφὴν εἰς ἑαυτὴν ἕλκουσα͵ θάμνος ἢ δένδρον ἢ στάχυς ἤ τι τῶν φρυγανικῶν βλαστημάτων ἐγένετο. |
Previous chapter * Index * Next chapter
Reference address : https://ellopos.net/elpenor/physis/nyssa-man/29.asp?pg=5