|
|
ΑΥΤΗ ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· 2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· 3 ἔζησε δὲ ᾿Αδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. 4 ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν. 6 ῎Εζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς. 7 καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 9 Καὶ ἔζησεν ᾿Ενὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. 10 καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://ellopos.net/elpenor/physis/septuagint-genesis/5.asp