|
|
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ ᾿Ιωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ, ἦλθε πρὸς ᾿Ιακώβ. 2 ἀπηγγέλη δὲ τῷ ᾿Ιακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου ᾿Ιωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας ᾿Ισραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην. 3 καὶ εἶπεν ᾿Ιακὼβ τῷ ᾿Ιωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με 4 καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. 5 νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, ᾿Εφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι· 6 τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις. 7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν ᾿Εφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ). 8 ἰδὼν δὲ ᾿Ισραὴλ τοὺς υἱοὺς ᾿Ιωσὴφ εἶπε· τίνες σοι οὗτοι; 9 εἶπε δὲ ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν ᾿Ιακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. 10 οἱ ὀφθαλμοὶ δὲ ᾿Ισραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://ellopos.net/elpenor/physis/septuagint-genesis/48.asp