|
|
ΕΓΕΝΕΤΟ δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. 2 εἶπε δὲ αὐτῷ ᾿Ιούδας λέγων· διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς λέγων· οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ· 3 εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα. 4 εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, οὐ πορευσόμεθα. ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων· οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ. 5 εἶπε δὲ ᾿Ισραήλ· τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός; 6 οἱ δὲ εἶπαν· ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων· εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν· ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; 7 εἶπε δὲ ᾿Ιούδας πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτοῦ· ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. 8 ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. 9 εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. 10 εἶπε δὲ αὐτοῖς ᾿Ισραὴλ ὁ πατὴρ αὐτῶν· εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ρητίνης καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://ellopos.net/elpenor/physis/septuagint-genesis/43.asp