|
|
ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ ῾Αβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα. 2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωυέ. 3 Ἰεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ. 4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφεὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβειρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ῎Εδωκε δὲ ῾Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν ῾Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς ῾Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη. 8 καὶ ἐκλείπων ἀπέθανεν ῾Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο ῾Αβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν ῾Αβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν ᾿Ισαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://ellopos.net/elpenor/physis/septuagint-genesis/25.asp