|
|
ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ ῾Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ῾Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν ῾Αβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων· 4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ῾Αβραὰμ λέγοντες· μὴ κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ ῾Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ῾Αβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. |
Previous chapter * Index * Next chapter
In print: The Septuagint with Apocrypha ||| A New English translation of the Septuagint ||| Greek English Lexicon of the Septuagint ||| Grammar of Septuagint Greek ||| The Use of the Septuagint in New Testament Research * More »
Reference address : https://ellopos.net/elpenor/physis/septuagint-genesis/23.asp