KOINONIA Greek Forum Login To Start Posting!
KOINONIA - Greek Forum
Profile | Active Topics | Latest Topics | Latest Replies | Popular
RSS Feed | Partners | Search | AFQ


» Forgot your Password?

 All Communities
 History, Culture, Society
 Greece before Christ
 The Hippocratic Oath (Greek Original)
 New Topic  Reply to Topic
Registration is closed. The Forum remains available only as a source of published information.

 


 
Author Previous Topic Topic Next Topic  

Pandelis

Australia
3 Posts

Posted - 06 May 2010 :  06:02:02  


Hi all, I would like to ask if anyone has come across the Hippocratic Oath in the original Greek. This would be a very good addition to my assignment on 'Similarities between Hippocratic medicine and 20th century medicine' in my History of Medicine subject.

Thank you,

Pandelis


 

George

Greece
615 Posts

Posted - 06 May 2010 :  06:26:21  

 

Hi Pandelius!, Here follows the Hippocratic Oath in the Greek original (ed. Littre):

Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν καὶ Ἀσκληπιὸν καὶ Ὑγείαν καὶ Πανάκειαν καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε. Ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι καὶ βίου κοινώσασθαι καὶ χρεῶν χρηίζοντι μετάδοσιν ποιήσασθαι καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι καὶ διδάξειν τὴν τέχνην ταύτην, ἣν χρηίζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί. Διαιτήμασί τε χρήσομαι ἐπ' ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε. Ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν. Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε. Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ' ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων. Ἃ δ' ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηίης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα. Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον. παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.

Go to Top of Page


Pandelis

Australia
3 Posts

Posted - 06 May 2010 :  23:39:37  

 

Thank you so much George. This is great!!

Go to Top of Page


  Previous Topic Topic Next Topic  
 New Topic  Reply to Topic
Jump To:

Promote Greek Learning

Use Elpenor's Libraries and Greek Language departments to stimulate your thinking. To refer to a text there published, just copy its url and paste it in your post. ||| Get updates of all Ellopos sites by e-mail. ||| Download Shortcuts for easy access to the Communities - or drag this icon and drop it in the Links bar of your browser :ELPENOR

Learned Freeware

Reference address : https://www.ellopos.net/elpenor/koinonia/topic.asp?TOPIC_ID=540© Elpenor