|
From Homer's Iliad, * Rhapsody 11. 1-332, 385-640, * Translated by S. Butler, * Greek Fonts
Then he dived under the sea, and she in due course bore Pelias and Neleus, who both of them served Jove with all their might. Pelias was a great breeder of sheep and lived in Iolcus, but the other lived in Pylos. The rest of her children were by Cretheus, namely, Aeson, Pheres, and Amythaon, who was a mighty warrior and charioteer. |
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ἡ δ΄ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα͵ τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαολκῷ ναῖε πολύρρηνος͵ ὁ δ΄ ἄρ΄ ἐν Πύλῳ ἠμαθόεντι. τοὺς δ΄ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν͵ Αἴσονά τ΄ ἠδὲ Φέρητ΄ Ἀμυθάονά θ΄ ἱππιοχάρμην. τὴν δὲ μέτ΄ Ἀντιόπην ἴδον͵ Ἀσωποῖο θύγατρα͵ ἣ δὴ καὶ Διὸς εὔχετ΄ ἐν ἀγκοίνῃσιν ἰαῦσαι͵ καί ῥ΄ ἔτεκεν δύο παῖδ΄͵ Ἀμφίονά τε Ζῆθόν τε͵ οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο πύργωσάν τ΄͵ ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ΄ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην͵ κρατερώ περ ἐόντε. Tὴν δὲ μετ΄ Ἀλκμήνην ἴδον͵ Ἀμφιτρύωνος ἄκοιτιν͵ ἥ ῥ΄ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατ΄ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· καὶ Μεγάρην͵ Κρείοντος ὑπερθύμοιο θύγατρα͵ τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. μητέρα τ΄ Οἰδιπόδαο ἴδον͵ καλὴν Ἐπικάστην͵ ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο γημαμένη ᾧ υἷϊ· ὁ δ΄ ὃν πατέρ΄ ἐξεναρίξας γῆμεν· ἄφαρ δ΄ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλ΄ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· ἡ δ΄ ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο͵ ἁψαμένη βρόχον αἰπὺν ἀφ΄ ὑψηλοῖο μελάθρου ᾧ ἄχεϊ σχομένη· τῷ δ΄ ἄλγεα κάλλιπ΄ ὀπίσσω πολλὰ μάλ΄͵ ὅσσα τε μητρὸς ἐρινύες ἐκτελέουσι. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/homer-odyssey-underworld-9.asp