|
From Homer's Iliad, * Rhapsody 11. 1-332, 385-640, * Translated by S. Butler, * Greek Fonts
'My son,' she answered, 'most ill-fated of all mankind, it is not Proserpine that is beguiling you, but all people are like this when they are dead. The sinews no longer hold the flesh and bones together; these perish in the fierceness of consuming fire as soon as life has left the body, and the soul flits away as though it were a dream. Now, however, go back to the light of day as soon as you can, and note all these things that you may tell them to your wife hereafter.' |
ὤ μοι͵ τέκνον ἐμόν͵ περὶ πάντων κάμμορε φωτῶν͵ οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει͵ ἀλλ΄ αὕτη δίκη ἐστὶ βροτῶν͵ ὅτε τίς κε θάνῃσιν. οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν͵ ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ͵ ἐπεί κε πρῶτα λίπῃ λεύκ΄ ὀστέα θυμός͵ ψυχὴ δ΄ ἠΰτ΄ ὄνειρος ἀποπταμένη πεπότηται. ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα ἴσθ΄͵ ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί. νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ΄͵ αἱ δὲ γυναῖκες ἤλυθον͵ ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια͵ ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. αἱ δ΄ ἀμφ΄ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο͵ αὐτὰρ ἐγὼ βούλευον͵ ὅπως ἐρέοιμι ἑκάστην. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. αἱ δὲ προμνηστῖναι ἐπήϊσαν͵ ἠδὲ ἑκάστη ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ΄ ἐρέεινον ἁπάσας. Ἔνθ΄ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν͵ ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι͵ φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· ἣ ποταμοῦ ἠράσσατ΄ Ἐνιπῆος θείοιο͵ ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι͵ καί ῥ΄ ἐπ΄ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. τῷ δ΄ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· πορφύρεον δ΄ ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον͵ κυρτωθέν͵ κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. [λῦσε δὲ παρθενίην ζώνην͵ κατὰ δ΄ ὕπνον ἔχευεν.] αὐτὰρ ἐπεί ῥ΄ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα͵ ἔν τ΄ ἄρα οἱ φῦ χειρὶ ἔπος τ΄ ἔφατ΄ ἔκ τ΄ ὀνόμαζε· χαῖρε͵ γύναι͵ φιλότητι· περιπλομένου δ΄ ἐνιαυτοῦ τέξεαι ἀγλαὰ τέκνα͵ ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. νῦν δ΄ ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μηδ΄ ὀνομήνῃς· αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/homer-odyssey-underworld-8.asp