|
DK B 12, *
Translated by J. Burnet, * Text in <angle brackets> translated by
Elpenor
* Greek Fonts,
*
Anaxagoras Resources
|
Νοῦς τὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει͵ νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμεικται οὐδενὶ χρήματι͵ ἀλλὰ μόνος αὐτὸς ἐπ΄ ἐωυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ΄ ἑαυτοῦ ἦν͵ ἀλλά τεωι ἐμέμεικτο ἄλλωι͵ μετεῖχεν ἂν ἁπάντων χρημάτων͵ εἰ ἐμέμεικτό τεωι· ἐν παντὶ γὰρ παντὸς μοῖρα ἔνεστιν͵ ὥσπερ ἐν τοῖς πρόσθεν μοι λέλεκται· καὶ ἂν ἐκώλυεν αὐτὸν τὰ συμμεμειγμένα͵ ὥστε μηδενὸς χρήματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ΄ ἑαυτοῦ. ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει μέγιστον· καὶ ὅσα γε ψυχὴν ἔχει καὶ τὰ μείζω καὶ τὰ ἐλάσσω͵ πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησεν͵ ὥστε περιχωρῆσαι τὴν ἀρχήν. καὶ πρῶτον ἀπό του σμικροῦ ἤρξατο περιχωρεῖν͵ ἐπὶ δὲ πλέον περιχωρεῖ καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγόμενά τε καὶ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν͵ ἅσσα νῦν μὴ ἔστι͵ καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται͵ πάντα διεκόσμησε νοῦς καὶ τὴν περιχώρησιν ταύτην͵ ἣν νῦν περιχωρέει τά τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ καὶ ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὐτὴ ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιός ἐστι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδέν ἐστιν ὅμοιον οὐδενί͵ ἀλλ΄ ὅτων πλεῖστα ἔνι͵ ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν. Cf. XENOPHANES : God is totally different ||| HERACLITUS : The Word is Common ||| PARMENIDES : Being is all there is ||| PLATO : Wisdom, The Creator ||| ARISTOTLE : God, Divine thought ||| DIONYSIUS THE AREOPAGITE : All-comprehending Smallness and Super-essential Identity ||| MAXIMUS CONFESSOR : God is Thinking, Nothing is empty of the Holy Spirit |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-greece/anaxagoras-nous.asp