|
From Homer's Iliad, * Rhapsody 11. 1-332, 385-640, * Translated by S. Butler, * Greek Fonts
The first
ghost that came was that of my comrade Elpenor, for he had not yet been
laid beneath the earth. We had left his body unwaked and unburied in
Circe's house, for we had had too much else to do. I was very sorry for
him, and cried when I saw him: 'Elpenor,' said I, 'how did you come down
here into this gloom and darkness? You have got here on foot quicker
than I have with my ship.' |
Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον͵ ἐπεὶ πόνος ἄλλος ἔπειγε. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Ἐλπῆνορ͵ πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ. ὣς ἐφάμην͵ ὁ δέ μ΄ οἰμώξας ἠμείβετο μύθῳ· ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος· Κίρκης δ΄ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν͵ ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν ἀστραγάλων ἐάγη͵ ψυχὴ δ΄ Ἄϊδόσδε κατῆλθε. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι͵ οὐ παρεόντων͵ πρός τ΄ ἀλόχου καὶ πατρός͵ ὅ σ΄ ἔτρεφε τυτθὸν ἐόντα͵ Τηλεμάχου θ΄͵ ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀΐδαο νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα· ἔνθα σ΄ ἔπειτα͵ ἄναξ͵ κέλομαι μνήσασθαι ἐμεῖο. μή μ΄ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν νοσφισθείς͵ μή τοί τι θεῶν μήνιμα γένωμαι͵ ἀλλά με κακκῆαι σὺν τεύχεσιν͵ ἅσσα μοί ἐστι͵ σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης͵ ἀνδρὸς δυστήνοιο͵ καὶ ἐσσομένοισι πυθέσθαι· ταῦτά τέ μοι τελέσαι πῆξαί τ΄ ἐπὶ τύμβῳ ἐρετμόν͵ τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ΄ ἐμοῖσ΄ ἑτάροισιν. ὣς ἔφατ΄͵ αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ταῦτά τοι͵ ὦ δύστηνε͵ τελευτήσω τε καὶ ἕρξω. νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ἥμεθ΄͵ ἐγὼ μὲν ἄνευθεν ἐφ΄ αἵματι φάσγανον ἴσχων͵ εἴδωλον δ΄ ἑτέρωθεν ἑταίρου πόλλ΄ ἀγόρευεν. ἦλθε δ΄ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης͵ Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια͵ τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· ἀλλ΄ οὐδ΄ ὧς εἴων προτέρην͵ πυκινόν περ ἀχεύων͵ αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/homer-odyssey-underworld-3.asp