|
From Homer's Iliad, * Rhapsody 11. 1-332, 385-640, * Translated by S. Butler, * Greek Fonts
After her I saw Iphimedeia wife of Aloeus who boasted the embrace of Neptune. She bore two sons Otus and Ephialtes, but both were short lived. They were the finest children that were ever born in this world, and the best looking, Orion only excepted; for at nine years old they were nine fathoms high, and measured nine cubits round the chest. They threatened to make war with the gods in Olympus, and tried to set Mount Ossa on the top of Mount Olympus, and Mount Pelion on the top of Ossa, that they might scale heaven itself, and they would have done it too if they had been grown up, but Apollo, son of Leto, killed both of them, before they had got so much as a sign of hair upon their cheeks or chin. |
τὴν δὲ μέτ΄ Ἰφιμέδειαν͵ Ἀλωῆος παράκοιτιν͵ εἴσιδον͵ ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι͵ καί ῥ΄ ἔτεκεν δύο παῖδε͵ μινυνθαδίω δὲ γενέσθην͵ Ὦτόν τ΄ ἀντίθεον τηλεκλειτόν τ΄ Ἐφιάλτην͵ οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος͵ ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο. Ὄσσαν ἐπ΄ Οὐλύμπῳ μέμασαν θέμεν͵ αὐτὰρ ἐπ΄ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον͵ ἵν΄ οὐρανὸς ἀμβατὸς εἴη. καί νύ κεν ἐξετέλεσσαν͵ εἰ ἥβης μέτρον ἵκοντο· ἀλλ΄ ὄλεσεν Διὸς υἱός͵ ὃν ἠύκομος τέκε Λητώ͵ ἀμφοτέρω͵ πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ΄ Ἀριάδνην͵ κούρην Μίνωος ὀλοόφρονος͵ ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μέν͵ οὐδ΄ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι. Μαῖράν τε κλυμένην τε ἴδον στυγερήν τ΄ Ἐριφύλην͵ ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. πάσας δ΄ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ΄ ὀνομήνω͵ ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· πρὶν γάρ κεν καὶ νὺξ φθῖτ΄ ἄμβροτος. ἀλλὰ καὶ ὥρη εὕδειν͵ ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ΄ ἐς ἑταίρους ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖσ΄ ὑμῖν τε μελήσει. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/homer-odyssey-underworld-11.asp