|
|
Homer Bilingual Anthology : ACHILLES' GRIEFFrom Homer's Iliad,
* Rhapsody 18, lines 1-128,
* Translated by S. Butler.
Text in Angle Brackets translated by Elpenor.
*
Greek Fonts
|
Ἀχιλῆος ἄχος Ὣς οἳ μὲν
μάρναντο δέμας πυρὸς αἰθομένοιο͵
Ἀντίλοχος δ΄ Ἀχιλῆϊ πόδας ταχὺς
ἄγγελος ἦλθε. τὸν δ΄ εὗρε
προπάροιθε νεῶν ὀρθοκραιράων τὰ
φρονέοντ΄ ἀνὰ θυμὸν ἃ δὴ
τετελεσμένα ἦεν· ὀχθήσας δ΄ ἄρα
εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ
μοι ἐγώ͵ τί τ΄ ἄρ΄ αὖτε κάρη
κομόωντες Ἀχαιοὶ νηυσὶν ἔπι
κλονέονται ἀτυζόμενοι πεδίοιο; μὴ
δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα
θυμῷ͵ ὥς ποτέ μοι μήτηρ διεπέφραδε
καί μοι ἔειπε Μυρμιδόνων τὸν
ἄριστον ἔτι ζώοντος ἐμεῖο χερσὶν
ὕπο Τρώων λείψειν φάος ἠελίοιο. ἦ
μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος
υἱὸς σχέτλιος· ἦ τ΄ ἐκέλευον
ἀπωσάμενον δήϊον πῦρ ἂψ ἐπὶ νῆας
ἴμεν͵ μηδ΄ Ἕκτορι ἶφι μάχεσθαι. |
Reference address : https://ellopos.net/elpenor/greek-texts/ancient-Greece/homer-iliad-achilles.asp